previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


III. Ex Archaeologia Romana

ὄνομα δὲ τῷ πολίσματι τούτῳ τίθενται Παλλάντιον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ σφῶν μητροπόλεως: ... ὡς δέ τινες ἱστοροῦσιν, ὧν ἐστι καὶ Πολύβιος Μεγαλοπολίτης, ἐπί τινος μειρακίου Πάλλαντος αὐτόθι τελευτήσαντος: τοῦτον δὲ Ἡρακλέους εἶναι παῖδα καὶ Λαύνας τῆς Εὐάνδρου θυγατρός: χώσαντα δ᾽ αὐτῷ τὸν μητροπάτορα τάφον ἐπὶ τῷ λόφῳ Παλλάντιον ἐπὶ τοῦ μειρακίου τὸν τόπον ὀνομάσαι. [Dionys. A. R. I, 31, 5 p. 83.] [2]

οὐ γὰρ ἠξίουν ὡς Πολύβιος Μεγαλοπολίτης τοσοῦτον μόνον εἰπεῖν, ὅτι κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης ὀλυμπιάδος τὴν Ῥώμην ἐκτίσθαι πείθομαι, οὐδ᾽ ἐπὶ τοῦ παρὰ τοῖς ἀρχιερεῦσι κειμένου πίνακος ἑνὸς καὶ μόνου τὴν πίστιν ἀβασάνιστον καταλιπεῖν ... [Idem A. R. I, 74 p. 188.] [3]

ἱστοροῦσι δὲ οἱ περὶ Ἀριστόδημον τὸν Ἠλεῖον ὡς ἀπὸ εἰκοστῆς καὶ ἑβδόμης ὀλυμπιάδος ἤρξαντο οἱ ἀθληταὶ ἀναγράφεσθαι, ὅσοι δηλαδὴ νικηφόροι: πρὸ τοῦ γὰρ οὐδεὶς ἀνεγράφη, ἀμελησάντων τῶν πρότερον: τῇ δὲ εἰκοστῇ ὀγδόῃ τὸ στάδιον νικῶν Κόροιβος Ἠλεῖος ἀνεγράφη πρῶτος: καὶ ὀλυμπιὰς αὕτη πρώτη ἐτάχθη, ἀφ᾽ ἧς Ἕλληνες ἀριθμοῦσι τοὺς χρόνους: τὰ δ᾽ αὐτὰ τῷ Ἀριστοδήμῳ καὶ Πολύβιος ἱστορεῖ. [Eusebius in Crameri Anecd. Paris. vol. II p. 141, 17. Conf. Georgium Syncellum p. 195D — 196C.]

παρὰ Ῥωμαίοις δέ, [4] ὥς φησι Πολύβιος ἐν τῇ ἕκτῃ, ἀπείρηται γυναιξὶ πίνειν οἶνον, τὸ δὲ καλούμενον πάσσον πίνουσιν. τοῦτο δὲ ποιεῖται μὲν ἐκ τῆς ἀσταφίδος καί ἐστι παραπλήσιος πινόμενος τῷ Αἰγοσθενεῖ τῷ γλυκεῖ καὶ τῷ Κρητικῷ: διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ. λαθεῖν δ᾽ ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦσαν οἶνον. πρῶτον μὲν γὰρ οὐδ᾽ ἔχει οἴνου κυρείαν γυνή: πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς ἕως ἐξανεψιῶν καὶ τοῦτο ποιεῖν καθ᾽ ἡμέραν, ὁπόταν ἴδῃ πρῶτον. λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης τίσιν ἀπαντήσει φυλάσσεται: τὸ γὰρ πρᾶγμα κἂν γεύσηται μόνον οὐ προσδεῖ διαβολῆς. [Athenaeus X, 56 p. 440e.]

ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος. [6] Πολύβιος ἕκτῳ. [Steph. Byz. v. Ὠστία.] [7]

ὅτι Λεύκιος Δημαράτου τοῦ Κορινθίου υἱὸς εἰς Ῥώμην ὥρμησε πιστεύων αὑτῷ τε καὶ τοῖς χρήμασι, πεπεισμένος οὐδενὸς ἔλαττον ἕξειν ἐν τῇ πολιτείᾳ [διά] τινας ἀφορμάς, ἔχων γυναῖκα χρησίμην τά τ᾽ ἄλλα καὶ πρὸς πᾶσαν ἐπιβολὴν πραγματικὴν εὐφυῆ συνεργόν. παραγενόμενος δ᾽ εἰς τὴν Ῥώμην καὶ τυχὼν τῆς πολιτείας, εὐθέως ἡρμόσατο πρὸς τὴν τοῦ βασιλέως ἀρέσκειαν. ταχὺ δὲ καὶ διὰ τὴν χορηγίαν καὶ διὰ τὴν τῆς φύσεως ἐπιδεξιότητα καὶ μάλιστα διὰ τὴν ἐκ παίδων ἀγωγήν, ἁρμόσας τῷ προεστῶτι μεγάλης ἀποδοχῆς ἔτυχε καὶ πίστεως παρ᾽ αὐτῷ. χρόνου δὲ προϊόντος εἰς τοῦτ᾽ ἦλθε παραδοχῆς ὥστε συνδιοικεῖν καὶ συγχειρίζειν τῷ Μαρκίῳ τὰ κατὰ τὴν βασιλείαν. ἐν δὲ τούτοις ἐπ᾽ ἀγαθῷ πᾶσι γενόμενος καὶ συνεργῶν καὶ συγκατασκευάζων τοῖς δεομένοις ἀεί τι τῶν χρησίμων, ἅμα δὲ καὶ τῇ τοῦ βίου χορηγίᾳ μεγαλοψύχως εἰς τὸ δέον ἑκάστοτε καὶ σὺν καιρῷ χρώμενος, ἐν πολλοῖς μὲν ἀπετίθετο χάριν, ἐν πᾶσι δ᾽ εὔνοιαν ἐνειργάσατο καὶ φήμην ἐπὶ καλοκἀγαθίᾳ καὶ τῆς βασιλείας ἔτυχεν. [Cod. Turon. fol. 109. Exc. Vales. p. 9. Confer Suidam v. Λεύκιος.]

πρᾶγμα ποιῶν φρονίμου καὶ νουνεχοῦς ἀνδρός, [8] τὸ γνῶναι κατὰ τὸν Ἡσίοδον ὅσῳ πλέον ἥμισυ παντός. [Cod. Urbin. margo fol. 65] [9]

τὸ γὰρ μανθάνειν ἀψευστεῖν πρὸς τοὺς θεοὺς ὑπόθυψίς ἐστι τῆς πρὸς ἀλλήλους ἀληθείας. [Cod. Urbin. margo fol. 65] [10]

ἐν γὰρ τοῖς πλείστοις τῶν ἀνθρωπείων ἔργων οἱ μὲν κτησάμενοι πρὸς τὴν τήρησιν, οἱ δ᾽ ἕτοιμα παραλαβόντες πρὸς τὴν ἀπώλειαν εὐφυεῖς εἰσιν. [Cod. Urbin. margo fol. 66 et Exc. Vat. p. 371M. 25, 4H.]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: