previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄρατος μὲν οὖν ταῦτ᾽ ἔπραττε καὶ ταύτας ἐξήρτυε τὰς παρασκευάς: [2] δὲ Λυκοῦργος καὶ Πυρρίας διαπεμψάμενοι πρὸς ἀλλήλους, ἵνα ταῖς αὐταῖς ἡμέραις ποιήσωνται τὴν ἔξοδον, προῆγον εἰς τὴν Μεσσηνίαν. [3] δὲ στρατηγὸς τῶν Ἀχαιῶν, συνεὶς τὴν ἐπιβολὴν αὐτῶν, ἧκεν ἔχων τοὺς μισθοφόρους καί τινας τῶν ἐπιλέκτων εἰς τὴν Μεγάλην πόλιν παραβοηθήσων τοῖς Μεσσηνίοις. [4] Λυκοῦργος δ᾽ ἐξορμήσας τὰς μὲν Καλάμας, χωρίον τι τῶν Μεσσηνίων, προδοσίᾳ κατέσχε, μετὰ δὲ ταῦτα προῆγε, σπεύδων συμμῖξαι τοῖς Αἰτωλοῖς. [5] δὲ Πυρρίας παντελῶς ἐλαφρὸς ἐξελθὼν ἐκ τῆς Ἤλιδος, καὶ κατὰ τὴν εἰσβολὴν τὴν εἰς Μεσσηνίαν εὐθέως κωλυθεὶς ὑπὸ τῶν Κυπαρισσέων, ἀνέστρεψε. [6] διόπερ Λυκοῦργος, οὔτε συμμῖξαι δυνάμενος τοῖς περὶ τὸν Πυρρίαν οὔτ᾽ αὐτὸς ἀξιόχρεως ὑπάρχων, ἐπὶ βραχὺ προσβολὰς ποιησάμενος πρὸς τὴν Ἀνδανίαν ἄπρακτος αὖθις εἰς τὴν Σπάρτην ἀπηλλάγη. [7] Ἄρατος δέ, διαπεσούσης τοῖς πολεμίοις τῆς ἐπιβολῆς, τὸ κατὰ λόγον ποιῶν καὶ προνοούμενος τοῦ μέλλοντος, συνετάξατο πρός τε Ταυρίωνα παρασκευάζειν ἱππεῖς πεντήκοντα καὶ πεζοὺς πεντακοσίους καὶ πρὸς Μεσσηνίους, ἵνα τοὺς ἴσους τούτοις ἱππεῖς καὶ πεζοὺς ἐξαποστείλωσι, [8] βουλόμενος τούτοις μὲν τοῖς ἀνδράσι παραφυλάττεσθαι τήν τε τῶν Μεσσηνίων χώραν καὶ Μεγαλοπολιτῶν καὶ Τεγεατῶν, ἔτι δὲ τῶν Ἀργείων[9] αὗται γὰρ αἱ χῶραι, συντερμονοῦσαι τῇ Λακωνικῇ πρόκεινται τῶν ἄλλων Πελοποννησίων πρὸς τὸν ἀπὸ Λακεδαιμονίων πόλεμον[10] τοῖς δ᾽ Ἀχαϊκοῖς ἐπιλέκτοις καὶ μισθοφόροις τὰ πρὸς τὴν Ἠλείαν καὶ τὴν Αἰτωλίαν ἐστραμμένα μέρη τῆς Ἀχαΐας τηρεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: