previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εστώτων ἀκρισίαν. Πτολεμαίῳ γε μὴν εὐθέως ἀπὸ τούτων τῶν καιρῶν συνέβαινε γίνεσθαι τὸν πρὸς τοὺς Αἰγυπτίους πόλεμον. [2] γὰρ προειρημένος βασιλεὺς καθοπλίσας τοὺς Αἰγυπτίους ἐπὶ τὸν πρὸς Ἀντίοχον πόλεμον πρὸς μὲν τὸ παρὸν ἐνδεχομένως ἐβουλεύσατο, τοῦ δὲ μέλλοντος ἠστόχησε: [3] φρονηματισθέντες γὰρ ἐκ τοῦ περὶ Ῥαφίαν προτερήματος, οὐκέτι τὸ προσταττόμενον οἷοί τ᾽ ἦσαν ὑπομένειν, ἀλλ᾽ ἐζήτουν ἡγεμόνα καὶ πρόσωπον, ὡς ἱκανοὶ βοηθεῖν ὄντες αὑτοῖς. καὶ τέλος ἐποίησαν οὐ μετὰ πολὺν χρόνον. [4] Ἀντίοχος δὲ μεγάλῃ παρασκευῇ χρησάμενος ἐν τῷ χειμῶνι, μετὰ ταῦτα τῆς θερείας ἐπιγενομένης ὑπερέβαλε τὸν Ταῦρον, καὶ συνθέμενος πρὸς Ἄτταλον τὸν βασιλέα κοινοπραγίαν ἐνίστατο τὸν πρὸς Ἀχαιὸν πόλεμον. [5] Αἰτωλοὶ δὲ παραυτὰ μὲν εὐδοκοῦντες τῇ γενομένῃ διαλύσει πρὸς τοὺς Ἀχαιούς, ὡς ἂν μὴ κατὰ γνώμην αὐτοῖς τοῦ πολέμου προκεχωρηκότοςδιὸ καὶ στρατηγὸν Ἀγέλαον εἵλοντο τὸν Ναυπάκτιον, δοκοῦντα πλεῖστα συμβεβλῆσθαι πρὸς τὰς διαλύσεις[6] οὐδένα χρόνον διαλιπόντες δυσηρέστουν καὶ κατεμέμφοντο τὸν Ἀγέλαον ὡς ὑποτετμημένον πάσας αὐτῶν τὰς ἔξωθεν ὠφελείας καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας, διὰ τὸ μὴ πρὸς τινάς, πρὸς πάντας δὲ τοὺς Ἕλληνας πεποιῆσθαι τὴν εἰρήνην. [7] δὲ προειρημένος ἀνὴρ ὑποφέρων τὴν προειρημένην τοιαύτην ἀλογίαν καὶ μέμψιν παρακατεῖχε τὰς ὁρμὰς αὐτῶν: διὸ καὶ καρτερεῖν οὗτοι μὲν ἠναγκάζοντο παρὰ φύσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: