previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πτολεμαῖος δὲ ποιησάμενος τὴν πορείαν ἐπὶ Πηλουσίου, τὸ μὲν πρῶτον ἐν ταύτῃ τῇ πόλει κατέζευξε, [2] προσαναλαβὼν δὲ τοὺς ἐφελκομένους καὶ σιτομετρήσας τὴν δύναμιν ἐκίνει, καὶ προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ Κάσιον καὶ τὰ Βάραθρα καλούμενα διὰ τῆς ἀνύδρου. [3] διανύσας δ᾽ ἐπὶ τὸ προκείμενον πεμπταῖος, κατεστρατοπέδευσε πεντήκοντα σταδίους ἀποσχὼν Ῥαφίας, κεῖται μετὰ Ῥινοκόλουρα πρώτη τῶν κατὰ Κοίλην Συρίαν πόλεων ὡς πρὸς τὴν Αἴγυπτον. [4] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀντίοχος ἧκε τὴν δύναμιν ἔχων, παραγενόμενος δ᾽ εἰς Γάζαν καὶ προσαναλαβὼν ἐνταῦθα τὴν δύναμιν αὖθις προῄει βάδην. καὶ παραλλάξας τὴν προειρημένην πόλιν κατεστρατοπέδευσε νυκτός, ἀποσχὼν τῶν ὑπεναντίων ὡς δέκα σταδίους. [5] τὸ μὲν οὖν πρῶτον ἐν τούτῳ τῷ διαστήματι γεγονότες ἀντεστρατοπέδευον ἀλλήλοις: [6] μετὰ δέ τινας ἡμέρας Ἀντίοχος, ἅμα τόπον βουλόμενος εὐφυέστερον μεταλαβεῖν καὶ ταῖς δυνάμεσιν ἐμποιῆσαι θάρσος, προσεστρατοπέδευσε τοῖς περὶ τὸν Πτολεμαῖον, ὥστε μὴ πλεῖον τῶν πέντε σταδίων τοὺς χάρακας ἀπέχειν ἀλλήλων. [7] ἐν καιρῷ περί τε τὰς ὑδρείας καὶ προνομὰς ἐγίνοντο συμπλοκαὶ πλείους, ὁμοίως δὲ καὶ μεταξὺ τῶν στρατοπέδων ἀκροβολισμοὶ συνίσταντο, ποτὲ μὲν ἱππέων, ποτὲ δὲ καὶ πεζῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), RAPHIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: