previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καταφέρειν. διελθὼν δὲ τὰ στενὰ τὸ λοιπὸν ἤδη βάδην καὶ πραεῖαν ἐποιεῖτο τὴν πορείαν, ἀναστροφὴν διδοὺς τῇ δυνάμει πρὸς τὰς ἀπὸ τῆς χώρας ὠφελείας. [2] γέμοντος δὲ τοῦ στρατοπέδου πάντων τῶν ἐπιτηδείων, ἧκε πρὸς τοὺς [Ἀχαιοὺς] Οἰνιάδας. [3] καταστρατοπεδεύσας δὲ πρὸς τὸ Παιάνιον τοῦτο πρῶτον ἐξελεῖν ἔκρινε: ποιησάμενος δὲ προσβολὰς συνεχεῖς εἷλεν αὐτὸ κατὰ κράτος, πόλιν κατὰ μὲν τὸν περίβολον οὐ μεγάληνἐλάττων γὰρ ἦν ἑπτὰ σταδίωνκατὰ δὲ τὴν σύμπασαν κατασκευὴν οἰκιῶν καὶ τειχῶν καὶ πύργων οὐδ᾽ ὁποίας ἥττω. [4] ταύτης δὲ τὸ μὲν τεῖχος κατέσκαψε πᾶν εἰς ἔδαφος, τὰς δ᾽ οἰκήσεις διαλύων τὰ ξύλα καὶ τὸν κέραμον εἰς σχεδίας καθήρμοζε καὶ συνεχῶς κατῆγεν αὐτὰς τῷ ποταμῷ μετὰ πολλῆς φιλοτιμίας εἰς τοὺς Οἰνιάδας. [5] οἱ δ᾽ Αἰτωλοὶ τὸ μὲν πρῶτον ἐπεβάλοντο διατηρεῖν τὴν ἄκραν τὴν ἐν τοῖς Οἰνιάδαις, ἀσφαλισάμενοι τείχεσι καὶ τῇ λοιπῇ κατασκευῇ: συνεγγίζοντος δὲ τοῦ Φιλίππου καταπλαγέντες ἐξεχώρησαν. [6] δὲ βασιλεὺς παραλαβὼν καὶ ταύτην τὴν πόλιν, ἐξ αὐτῆς προελθὼν κατεστρατοπέδευσε τῆς Καλυδωνίας πρός τι χωρίον ὀχυρόν, καλεῖται μὲν Ἔλαος, ἠσφάλισται δὲ τείχεσι καὶ ταῖς λοιπαῖς παρασκευαῖς διαφερόντως, Ἀττάλου τὴν περὶ αὐτὸ κατασκευὴν ἀναδεξαμένου τοῖς Αἰτωλοῖς. [7] γενόμενοι δὲ καὶ τούτου κύριοι κατὰ κράτος οἱ Μακεδόνες, καὶ πᾶσαν κατασύραντες τὴν Καλυδωνίαν, ἧκον πάλιν εἰς τοὺς Οἰνιάδας. [8] δὲ Φίλιππος συνθεασάμενος τὴν εὐκαιρίαν τοῦ τόπου, πρός τε τἄλλα καὶ μάλιστα πρὸς τὰς εἰς Πελοπόννησον διαβάσεις, ἐπεβάλετο τειχίζειν τὴν πόλιν. [9] τοὺς γὰρ Οἰνιάδας κεῖσθαι συμβαίνει παρὰ θάλατταν, ἐπὶ τῷ πέρατι τῆς Ἀκαρνανίας τῷ πρὸς Αἰτωλοὺς συνάπτοντι, περὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου. [10] τῆς δὲ Πελοποννήσου τέτακται μὲν πόλις καταντικρὺ τῆς παραλίας τῆς τῶν Δυμαίων, ἔγγιστα δ᾽ αὐτῆς ὑπάρχει τοῖς κατὰ τὸν Ἄραξον τόποις: ἀπέχει γὰρ οὐ πλεῖον ἑκατὸν σταδίων. εἰς βλέψας τήν τε ἄκραν καθ᾽ αὑτὴν ἠσφαλίσατο, [11] καὶ τῷ λιμένι καὶ τοῖς νεωρίοις ὁμοῦ τεῖχος περιβαλὼν ἐνεχείρει συνάψαι πρὸς τὴν ἄκραν, χρώμενος πρὸς τὴν οἰκονομίαν ταῖς ἐκ τοῦ Παιανίου παρασκευαῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), OENI´ADAE
    • Dictionary of Greek and Roman Geography (1854), PAEA´NIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: