previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι οἱ περὶ τὸν Σέξτον προάγοντες ἐκ τῆς Ῥώμης εἰς τὴν Πελοπόννησον ἀπήντησαν τοῖς περὶ τὸν Θεαρίδαν, [2] οἵπερ ἦσαν πρεσβευταὶ πεμφθέντες ὑπὸ τῶν Ἀχαιῶν παραιτησόμενοι καὶ διδάξοντες τὴν σύγκλητον ὑπὲρ τῶν εἰς τοὺς περὶ τὸν Αὐρήλιον γενομένων ἀλογημάτων. [3] οἷς καὶ συμμίξαντες οἱ προειρημένοι παρεκάλεσαν αὐτοὺς ἀνακάμπτειν εἰς τὴν Ἀχαΐαν, ὅτι περὶ πάντων τούτων ἔχουσιν ἐντολὰς αὐτοὶ διαλέγεσθαι τοῖς Ἀχαιοῖς. [4] παραγενομένων δὲ τῶν περὶ τὸν Σέξτον εἰς τὴν Πελοπόννησον καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς ἐν τῇ τῶν Αἰγιέων πόλει καὶ προφερομένων πολλοὺς καὶ φιλανθρώπους λόγους, [5] καὶ τὸ περὶ τοὺς πρεσβευτὰς ἔγκλημα παραπεμπόντων καὶ σχεδὸν οὐδὲν προσδεόμενον δικαιολογίας, ἀλλὰ βέλτιον ἐκδεχομένων τὸ γεγονὸς αὐτῶν τῶν Ἀχαιῶν, καθόλου δὲ παρακαλούντων μὴ πορρωτέρω προβῆναι τῆς ἁμαρτίας μήτε τῆς εἰς αὑτοὺς μήτε τῆς εἰς τοὺς Λακεδαιμονίους, [6] τὸ μὲν σωφρονοῦν μέρος ἀσμένως ἀπεδέχετο τὰ λεγόμενα καὶ λίαν ἐνετρέπετο, συνειδὸς αὑτῷ τὰ πεπραγμένα καὶ πρὸ ὀφθαλμῶν λαμβάνον τὰ συμβαίνοντα τοῖς πρὸς Ῥωμαίους ἀντιταττομένοις, [7] τὸ δὲ πλῆθος τῶν ἀνθρώπων ἀντιλέγειν μὲν οὐδὲν εἶχε τοῖς ὑπὸ τῶν περὶ τὸν Σέξτον λεγομένοις δικαίοις, ἀλλ᾽ ἦγε τὴν ἡσυχίαν, ἔμενε δὲ νοσοῦν καὶ διεφθαρμένον. [8] οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον καὶ πάντες οἱ μετέχοντες αὐτοῖς τῆς αὐτῆς γνώμης: οὗτοι δ᾽ ἦσαν ὥσπερ ἐπίτηδες ἐξ ἑκάστης πόλεως κατ᾽ ἐκλογὴν οἱ χείριστοι καὶ τοῖς θεοῖς ἐχθροὶ καὶ λυμαινόμενοι τὸ ἔθνος: [9] καθάπερ παροιμία φησίν, οὐ μόνον τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί, καθόλου δὲ καὶ συλλήβδην παρέπαιον τοῖς λογισμοῖς. [10] ὑπέλαβον γὰρ τοὺς Ῥωμαίους διά τε τὰς ἐν τῇ Λιβύῃ καὶ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις δεδιότας τὸν ἀπὸ τῶν Ἀχαιῶν πόλεμον πᾶν ὑπομένειν καὶ πᾶσαν προΐεσθαι φωνήν. [11] διὸ νομίσαντες ἴδιον τὸ παρὸν ἀπεκρίθησαν φιλανθρώπως τοῖς πρεσβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀποστέλλειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες εἰς τὴν Τεγέαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμονίοις ***, ἵνα γένηταί τις ὡμολογημένη λύσις περὶ τοῦ πολέμου. [12] ταῦτα δ᾽ ἀποκριθέντες ἐν τοῖς ἑξῆς ἦγον ἐπὶ τὴν πάλαι προκειμένην αὐτοῖς ἄγνοιαν τὸ ταλαίπωρον ἔθνος. [13] καὶ τοῦτ᾽ εἰκότως συνέβαινε γίνεσθαι δι᾽ ἀπειρίαν καὶ κακίαν τῶν κρατούντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: