previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι κατὰ τοὺς καιροὺς τούτους παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον, διευκρινήσοντες τὰ πρὸς τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ. [2] ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι δι᾽ αὑτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλ᾽ ἐκ χειρὸς ᾨκοδομήσαντο τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην. [3] ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς οὓς

βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλογοῦντας ἀπέστειλε. [4] μετὰ δὲ ταῦτα, παραγενομένων πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν περὶ τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων, [5] βραχέα περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς τὸ κριθέν, λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκτάουιον, [6] ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συνεφεδρεύειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς. [7] οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παραπομπῆς, [8] εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, διασαφήσειν ἀόκνως: κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων. —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (6 total)
  • Commentary references to this page (1):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, book 45, commentary, 45.31
  • Cross-references to this page (5):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: