previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τινὰ ποιησόμεθα τὴν ἔφοδον τῆς ἐξηγήσεως. ὑποδείξαντες γὰρ τὰς αἰτίας, δι᾽ ἃς προδεδηλωμένος συνέστη Καρχηδονίοις καὶ Ῥωμαίοις πόλεμος, προσαγορευθεὶς Ἀννιβιακός, [2] ἐροῦμεν ὡς εἰς Ἰταλίαν ἐμβαλόντες Καρχηδόνιοι καὶ καταλύσαντες τὴν Ῥωμαίων δυναστείαν εἰς μέγαν μὲν φόβον ἐκείνους ἤγαγον περὶ σφῶν καὶ τοῦ τῆς πατρίδος ἐδάφους, μεγάλας δ᾽ ἔσχον αὐτοὶ καὶ παραδόξους ἐλπίδας, ὡς καὶ τῆς Ῥώμης αὐτῆς ἐξ ἐφόδου κρατήσοντες. [3] ἑξῆς δὲ τούτοις πειρασόμεθα διασαφεῖν ὡς κατὰ τοὺς αὐτοὺς καιροὺς Φίλιππος μὲν Μακεδὼν διαπολεμήσας Αἰτωλοῖς καὶ μετὰ ταῦτα συστησάμενος τὰ κατὰ τοὺς Ἕλληνας ἐπεβάλετο κοινωνεῖν Καρχηδονίοις τῶν αὐτῶν ἐλπίδων, [4] Ἀντίοχος δὲ καὶ Πτολεμαῖος Φιλοπάτωρ ἠμφισβήτουν, τέλος δ᾽ ἐπολέμησαν ὑπὲρ Κοίλης Συρίας πρὸς ἀλλήλους, [5] Ῥόδιοι δὲ καὶ Προυσίας ἀναλαβόντες πρὸς Βυζαντίους πόλεμον ἠνάγκασαν αὐτοὺς ἀποστῆναι τοῦ παραγωγιάζειν τοὺς πλέοντας εἰς τὸν Πόντον. [6] στήσαντες δ᾽ ἐπὶ τούτων τὴν διήγησιν τὸν ὑπὲρ τῆς Ῥωμαίων πολιτείας συστησόμεθα λόγον, κατὰ τὸ συνεχὲς ὑποδείξομεν ὅτι μέγιστα συνεβάλετ᾽ αὐτοῖς τοῦ πολιτεύματος ἰδιότης πρὸς τὸ μὴ μόνον ἀνακτήσασθαι τὴν Ἰταλιωτῶν καὶ Σικελιωτῶν δυναστείαν, ἔτι δὲ τὴν Ἰβήρων προσλαβεῖν καὶ Κελτῶν ἀρχήν, ἀλλὰ τὸ τελευταῖον καὶ πρὸς τὸ κρατήσαντας τῷ πολέμῳ Καρχηδονίων ἔννοιαν σχεῖν τῆς τῶν ὅλων ἐπιβολῆς. [7] ἅμα δὲ τούτοις κατὰ παρέκβασιν δηλώσομεν τὴν κατάλυσιν τῆς Ἱέρωνος τοῦ Συρακοσίου δυναστείας. [8] οἷς ἐπισυνάψομεν τὰς περὶ τὴν Αἴγυπτον ταραχὰς καὶ τίνα τρόπον Πτολεμαίου τοῦ βασιλέως μεταλλάξαντος τὸν βίον συμφρονήσαντες Ἀντίοχος καὶ Φίλιππος ἐπὶ διαιρέσει τῆς τοῦ καταλελειμμένου παιδὸς ἀρχῆς ἤρξαντο κακοπραγμονεῖν καὶ τὰς χεῖρας ἐπιβάλλειν Φίλιππος μὲν τοῖς κατ᾽ Αἴγαιον καὶ Καρίαν καὶ Σάμον, Ἀντίοχος δὲ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (6 total)
  • Commentary references to this page (3):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 31-32, commentary, 31.14
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 31-32, commentary, 31.31
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 33-34, commentary, 33.20
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: