previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[39] τοιαῦτα τοῦ Ἀντωνίου διεξιόντος, παρέστη τοῖς ταξιάρχαις αὐτὸν ἅπαντα μετ᾽ ἔχθρας ἀκριβοῦς ἐς τοὺς ἀνδροφόνους, ἐπιτεχνάζοντα τῇ βουλῇ, πεποιηκέναι. ἠξίουν δὲ καὶ ὣς τῷ Καίσαρι συναλλαγῆναι καὶ πείσαντες αὐτοὺς συνήλλασσον αὖθις ἐν τῷ Καπιτωλίῳ. οὐ πολὺ δὲ ὕστερον Ἀντώνιος τῶν σωματοφυλάκων τινὰς ἐς τοὺς φίλους παρήγαγεν ὡς ὑπηρέτας γενομένους ἐπιβουλεύοντος αὑτῷ τοῦ Καίσαρος, εἴτε συκοφαντῶν εἴτε τῷ ὄντι νομίσας εἴτε περὶ τῶν εἰς τὰ στρατόπεδα περιπεμφθέντων πυθόμενος καὶ τὴν ἐς τὸ ἔργον ἐπιβουλὴν μεταφέρωι ἐς τὸ σῶμα. τε λόγος ἐκδραμὼν αὐτίκα θόρυβον ἤγειρε πάνδημον, καὶ ἀγανάκτησις ἦν. ὀλίγοι μὲν γάρ, οἷς τι λογισμοῦ βαθέος ἦν, ᾔδεσαν Καίσαρι συμφέρειν Ἀντώνιον καὶ βλάπτοντα ὅμως περιεῖναι, ἐπίφοβον ὄντα τοῖς φονεῦσιν: ἀποθανόντος γὰρ ἀδεέστερον ἐκείνους ἅπασιν ἐπιτολμήσειν, βοηθουμένους μάλιστα ὑπὸ τῆς βουλῆς. ὧδε μὲν εἴκαζον οἱ συνετώτεροι: τὸ δὲ πλέον, ὁρῶντες, οἷα καθ᾽ ἑκάστην ἡμέραν Καίσαρ ὑβριζόμενός τε καὶ ζημιούμενος πάσχοι, οὐκ ἄπιστον ἐτίθεντο τὴν διαβολὴν οὐδὲ ὅσιον ἀνεκτὸν ἐνόμιζον Ἀντώνιον ὑπατεύοντα ἐς τὸ σῶμα ἐπιβεβουλεῦσθαι.

δὲ Καῖσαρ καὶ πρὸς οὕτως ἔχοντας ἐξέτρεχε σὺν ὀργῇ μανιώδει καὶ ἐβόα αὐτὸς ἐπιβουλεύεσθαι πρὸς Ἀντωνίου ἐς τὴν παρὰ τῷ δήμῳ φιλίαν ἔτι οἱ μόνην οὖσαν: ἐπί τε τὰς θύρας τοῦ Ἀντωνίου δραμὼν τὰ αὐτὰ ἐβόα καὶ θεοὺς ἐμαρτύρετο καὶ ἀρὰς ἠρᾶτο πάσας καὶ ἐς δίκην ἐλθεῖν προυκαλεῖτο. οὐδενὸς δὲ προϊόντος, ‘ἐν τοῖς φίλοις,’ ἔφη, ‘δέχομαι τοῖς σοῖς κριθῆναι,’ καὶ εἰπὼν ἐπέτρεχεν ἔσω. κωλυθεὶς δὲ αὖθις ᾤμωζε καὶ ἐλοιδορεῖτο αὐτῷ καὶ τοῖς περὶ θύρας ἠγανάκτει κωλύουσι τὸν Ἀντώνιον ἐλεγχθῆναι. ἀπιών τε τὸν δῆμον ἐμαρτύρετο, εἴ τι πάθοι, πρὸς Ἀντωνίου δολοφονεῖσθαι. λεγομένων δὲ τῶνδε σὺν πάθει πολλῷ μετέπιπτε τὸ πλῆθος, καί τις αὐτοῖς τῆς πρὶν δόξης μετάνοια ἐνεγίγνετο. εἰσὶ δὲ οἳ καὶ τότε ἀπιστοῦντες ὤκνουν ἑκατέρῳ τὸ πιστὸν νέμειν, καί τινες ὑπόκρισιν ἀμφοῖν τὰ γιγνόμενα διέβαλλον εἶναι, συνθεμένων μὲν ἄρτι ἐν ἱερῷ, μηχανωμένων δὲ ταῦτα ἐπὶ τοὺς ἐχθρούς. οἱ δὲ αὐτὰ τὸν Ἀντώνιον ἡγοῦντο ἐπινοεῖν εἰς ἀφορμὴν φρουρᾶς πλείονος ἐς ἀλλοτρίωσιν τῶν κληρουχιῶν Καίσαρι.

[40] ὡς δὲ τῷ Καίσαρι ὑπὸ τῶν κρύφα ἀπεσταλμένων ἀπηγγέλθη τὸν ἐν Βρεντεσίῳ στρατὸν καὶ τοὺς ἀπῳκισμένους ἐν ὀργῇ τὸν Ἀντώνιον ἔχειν, ἀμελοῦντα τοῦ Καίσαρος φόνου, καὶ σφᾶς ἐπικουρήσειν, ἂν δύνωνται, μὲν Ἀντώνιος ἐς τὸ Βρεντέσιον ἐξῄει διὰ τάδε. δείσας δὲ Καῖσαρ, μὴ μετὰ τῆς στρατιᾶς ἐπανελθὼν ἀφρούρητον αὑτὸν λάβοι, χρήματα φέρων εἰς Καμπανίαν ᾔει, πείσων τὰς πόλεις οἱ στρατεύεσθαι, τὰς ὑπὸ τοῦ πατρὸς ᾠκισμένας. καὶ ἔπεισε Καλατίαν πρώτην, ἐπὶ δ᾽ ἐκείνῃ Κασιλῖνον, δύο τάσδε Καπύης ἑκατέρωθεν: ἐπιδοὺς δ᾽ ἑκάστῳ δραχμὰς πεντακοσίας ἦγεν ἐς μυρίους ἄνδρας, οὔτε ὡπλισμένους ἐντελῶς οὔτε συντεταγμένους πω κατὰ ἴλας, ἀλλ᾽ ὡς ἐς μόνην τοῦ σώματος φυλακήν, ὑφ᾽ ἑνὶ σημείῳ. οἱ δὲ ἐν ἄστει τὸν Ἀντώνιον δεδιότες μετὰ στρατιᾶς ἐπανιόντα, ὡς ἐπύθοντο καὶ τὸν Καίσαρα μεθ᾽ ἑτέρας προσιέναι, οἱ μὲν διπλασίως ἐδεδοίκεσαν, οἱ δ᾽ ὡς χρησόμενοι κατ᾽ Ἀντωνίου Καίσαρι ἠσμένιζον: οἱ δὲ αὐτῶν τὰς ἐν τῷ Καπιτωλίῳ διαλλαγὰς ἑωρακότες ὑπόκρισιν ἐνόμιζον εἶναι τὰ γιγνόμενα καὶ ἀντίδοσιν Ἀντωνίῳ μὲν δυναστείας, Καίσαρι δὲ τῶν φονέων.

[41] ὧδε δὲ αὐτῶν θορυβουμένων, Καννούτιος δήμαρχος, ἐχθρὸς ὢν Ἀντωνίῳ καὶ παρ᾽ αὐτὸ Καίσαρι φίλος, ὑπήντα τῷ Καίσαρι καὶ τὴν γνώμην ἐκμαθὼν ἀπήγγελλε τῷ δήμῳ, μετ᾽ ἔχθρας Ἀντωνίου σαφοῦς ἐπιέναι τον Καίσαρα καὶ χρῆναι δεδιότας Ἀντώνιον ἐπὶ τυραννίδι τόνδε προσεταιρίσασθαι, στρατὸν ἄλλον οὐκ ἔχοντας ἐν τῷ παρόντι. ταῦτα δ᾽ εἰπὼν ἐσῆγε τὸν Καίσαρα, αὐλισάμενον πρὸ τοῦ ἄστεος ἀπὸ σταδίων πεντεκαίδεκα ἐν τῷ τοῦ Ἄρεως ἱερῷ. ὡς δὲ εἰσῆλθον, μὲν εἰς τὸν νεὼν τῶν Διοσκούρων παρῆλθε, καὶ τὸν νεὼν περιέστησαν οἱ στρατευόμενοι ξιφίδια ἀφανῶς περιεζωσμένοι, Καννούτιος δὲ πρότερον ἐδημηγόρει κατὰ τοῦ Ἀντωνίου. δὲ Καῖσαρ καὶ τοῦ πατρὸς αὐτοὺς ὑπεμίμνησκε καὶ ὧν αὐτὸς ὑπὸ Ἀντωνίου πάθοι, δι᾽ καὶ τόνδε τὸν στρατὸν ἐς φυλακὴν εἴη συνειλεγμένος: ἔφη τε ἐς πάντα τῆς πατρίδος ὑπηρέτης καὶ κατήκοος ἔσεσθαι καὶ ἐς τὰ νὺν πρὸς Ἀντώνιον ἕτοιμος.

[42] ὧδε δ᾽ εἰπόντος αὐτοῦ καὶ τὴν ἐκκλησίαν διαλύσαντος ἐπὶ τῷδε, στρατὸς ἡγούμενος ἐς τὸ ἐναντίον ἐπὶ διαλλαγαῖς Ἀντωνίου τε καὶ Καίσαρος ἀφῖχθαι ἐς μόνην γε φυλακὴν τοῦ Καίσαρος καὶ τῶν φονέων ἄμυναν, ἤχθοντο τῇ κατ᾽ Ἀντωνίου προαγορεύσει, στρατηγοῦ τε σφῶν γεγονότος καὶ ὄντος ὑπάτου: καὶ οἱ μὲν αὐτῶν ἐπανελθεῖν ᾔτουν εἰς τὰ οἰκεῖα ὡς ὁπλιούμενοι: οὐ γὰρ ἄλλων τῶν ἰδίων ὅπλων ἀνέξεσθαι: οἱ δὲ καὶ τὸ ἀληθὲς ὑπέφαινον. δὲ Καῖσαρ ἠπόρητο μὲν ἐς τὸ ἐναντίον ὧν προσεδόκησε μετενεχθείς, ἐλπίσας δ᾽ αὐτῶν πειθοῖ μᾶλλον βίᾳ περιέσεσθαι, συνεχώρει ταῖς προφάσεσι καὶ τοὺς μὲν ἐπὶ τὰ ὅπλα ἔπεμπε, τοὺς δὲ ἁπλῶς ἐς τὰ οἰκεῖα. πάντας δ᾽, ἐπικρύπτων τὴν ἀχθηδόνα, ἐπῄνει τῆς συνόδου καὶ ἐδωρεῖτο ἑτέραις δωρεαῖς καὶ δαψιλέστερον ἔτι ἀμείψεσθαι ἔλεγεν, αἰεὶ χρώμενος ἐς τὰ ἐπείγοντα ὡς πατρικοῖς φίλοις μᾶλλον στρατιώταις. χιλίους μὲν δὴ μόνους τρισχιλίους τάδε λέγων ἐπέκλασεν ἐκ μυρίων οἱ παραμεῖναι ῾διαφέρονται γὰρ περὶ τοῦ ἀριθμοὖ. οἱ δὲ λοιποὶ τότε μὲν ἐξῄεσαν, ἀνεμιμνήσκοντο δ᾽ αὐτίκα γεωργίας τε πόνων καὶ κερδῶν στρατείας καὶ λόγων τῶν Καίσαρος καὶ εὐπειθείας αὐτοῦ, πρὸς ἐβούλοντο, καὶ χαρίτων, ὧν τε εἰλήφεσαν καὶ ὧν ἤλπιζον ἔτι λήψεσθαι. οἷόν τε ὄχλος ἀνώμαλος μετενόουν καὶ τῆς προφάσεως ἐς εὐπρέπειαν ἐπιβαίνοντες ὡπλίζοντο καὶ πρὸς αὐτὸν ἐπανῄεσαν. δὲ ἤδη μετὰ χρημάτων ἄλλων τήν τε Ῥάβενναν καὶ τὰ ἀγχοῦ πάντα περιῄει, στρατεύων ἑτέρους ἐφ᾽ ἑτέροις: καὶ πάντας ἐς Ἀρρήτιον ἔπεμπεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: