previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τῆς Θηραμένους βλασφημίας

Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἀκούω περὶ ἐμοῦ Θηραμένην ἄλλους τε λόγους βλασφήμους εἰρηκέναι καὶ δυστυχίαν προφέρειν. τὸ μὲν οὖν τοῦτον ἀγνοεῖν ὅτι λοιδορίας, μηδεμίαν κακίαν, καθ᾽ ὅτου λέγεται, δείκνυσιν, οὐδέν ἐστ᾽ ὄφελος παρ᾽ εὖ φρονοῦσιν ἀνθρώποις, οὐχὶ θαυμάζω: τὸν γὰρ θρασὺν μὲν τῷ βίῳ, μὴ πολίτην δὲ τὴν φύσιν, ἐν ἐργαστηρίῳ δὲ τεθραμμένον ἐκ παιδός, αἰσθάνεσθαί τι τῶν τοιούτων ἀλογώτερον ἦν μὴ συνιέναι. [2] τούτῳ μὲν οὖν, ἐὰν ἀφίκωμαί ποτε καὶ σωθῶ, πειράσομαι διαλεχθῆναι περὶ ὧν εἰς ἐμὲ καὶ περὶ ὧν εἰς ὑμᾶς παροινεῖ, καὶ νομίζω, καίπερ οὐδὲν μετέχοντα τοῦ αἰσχύνεσθαι, μετριώτερον αὐτὸν ποιήσειν: ὑμῖν δὲ τοῦ κοινῇ συμφέροντος ἕνεκα βούλομαι δι᾽ ἐπιστολῆς, οὓς περὶ τούτων ἔχω λόγους, δηλῶσαι. οἷς πάνυ τὸν νοῦν προσέχοντες ἀκούσατε: οἴομαι γὰρ αὐτοὺς οὐκ ἀκοῆς μόνον, ἀλλὰ καὶ μνήμης ἀξίους εἶναι. [3]

ἐγὼ τὴν πόλιν τὴν ὑμετέραν εὐτυχεστάτην πασῶν πόλεων ὑπολαμβάνω καὶ θεοφιλεστάτην, καὶ ταῦτ᾽ οἶδα καὶ τὸν Δία τὸν Δωδωναῖον καὶ τὴν Διώνην καὶ τὸν Ἀπόλλω τὸν Πύθιον ἀεὶ λέγοντας ἐν ταῖς μαντείαις καὶ προσεπισφραγιζομένους τὴν ἀγαθὴν τύχην ἐν τῇ πόλει εἶναι παρ᾽ ὑμῖν. ὅσα τοίνυν περὶ τῶν ἐπιόντων δηλοῦσιν οἱ θεοί, δῆλον ὡς προλέγουσιν: τὰς δ᾽ ἀπὸ τῶν παρεληλυθότων προσηγορίας ἐπὶ ταῖς γεγονυίαις πράξεσι τίθενται. [4] τοίνυν ἐγὼ πεπολίτευμαι παρ᾽ ὑμῖν, τῶν ἤδη γεγενημένων ἐστίν, ἀφ᾽ ὧν εὐτυχεῖς ὑμᾶς προσηγορεύκασιν οἱ θεοί. πῶς οὖν δίκαιον τοὺς μὲν πεισθέντας εὐτυχεῖς ὀνομάζεσθαι, τὸν δὲ πείσαντα τῆς ἐναντίας προσηγορίας τυγχάνειν; πλὴν εἰ τοῦτό τις εἴποι, τὴν μὲν κοινὴν εὐτυχίαν, ἧς ἐγὼ σύμβουλος, θεοὺς τοὺς λέγοντας εἶναι, οἷς οὐ θέμις ψεύδεσθαι, τὴν δ᾽ ἰδίαν βλασφημίαν, κατ᾽ ἐμοῦ κέχρηται Θηραμένης, θρασὺν καὶ ἀναιδῆ καὶ οὐδὲ νοῦν ἔχοντ᾽ ἄνθρωπον εἰρηκέναι. [5]

οὐ τοίνυν μόνον ταῖς παρὰ τῶν θεῶν μαντείαις ἀγαθὴν οὖσαν εὑρήσεθ᾽ κέχρησθε τύχῃ, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων θεωροῦντες, ἂν ἐξετάζητ᾽ ὀρθῶς. ὑμεῖς γὰρ εἰ μὲν ὡς ἄνθρωποι τὰ πράγματα βούλεσθε θεωρεῖν, εὐτυχεστάτην εὑρήσετ᾽ ἀφ᾽ ὧν ἐγὼ συνεβούλευσα τὴν πόλιν γεγονυῖαν: εἰ δ᾽ τοῖς θεοῖς ἐξαίρεθ᾽ ὑπάρχει μόνοις, τούτων ἀξιώσετε τυγχάνειν, ἀδυνάτων ἐφίεσθε. [6] τί οὖν ἐστιν θεοῖς ἐξαίρετον, ἀνθρώποις δ᾽ οὐ δυνατόν; ἁπάντων τῶν ἀγαθῶν ἐγκρατεῖς ὄντας κυρίους εἶναι καὶ αὐτοὺς ἔχειν καὶ δοῦναι τοῖς ἄλλοις, φλαῦρον δὲ μηδὲν μηδέποτ᾽ ἐν παντὶ τῷ αἰῶνι μήτε παθεῖν μήτε μελλῆσαι. καὶ μὴν ὑποκειμένων τούτων, ὥσπερ προσήκει, σκοπεῖτε τὰ ὑμέτερ᾽ αὐτῶν πρὸς τὰ τῶν ἄλλων ἀνθρώπων. [7] οὐδεὶς γὰρ οὕτως ἐστὶν ἀγνώμων, ὅστις ἂν τὰ Λακεδαιμονίοις συμβεβηκότα, οἷς οὐκ ἐγὼ συνεβούλευον, τὰ Πέρσαις, πρὸς οὓς οὐδ᾽ ἀφικόμην πώποτε, αἱρετώτερα φήσειεν εἶναι τῶν ὑμῖν παρόντων. καὶ ἐῶ Καππαδόκας καὶ Σύρους καὶ τοὺς τὴν Ἰνδικὴν χώραν κατοικοῦντας ἀνθρώπους ἐπ᾽ ἔσχατα γῆς: οἷς ἅπασι συμβέβηκε πολλὰ καὶ δεινὰ πεπονθέναι καὶ χαλεπά. [8] ἀλλὰ νὴ Δία τούτων μὲν ἄμεινον ὑμᾶς πράττειν ἅπαντες ὁμολογήσουσι, Θετταλῶν δὲ καὶ Ἀργείων καὶ Ἀρκάδων χεῖρον, τινων ἄλλων, οἷς ἐν συμμαχίᾳ συνέβη γενέσθαι Φιλίππῳ. ἀλλὰ τούτων καὶ πολὺ βέλτιον ἀπηλλάχατε, οὐ μόνον τῷ μὴ δεδουλευκέναικαίτοι τί τηλικοῦθ᾽ ἕτερον;), ἀλλὰ καὶ τῷ τοὺς μὲν πάντας αἰτίους εἶναι δοκεῖν τῶν τοῖς Ἕλλησι κακῶν συμβεβηκότων διὰ Φιλίππου καὶ τῆς δουλείας, ἐξ ὧν εἰκότως μισοῦνται, [9] ὑμᾶς δ᾽ ὁρᾶσθαι ὑπὲρ τῶν Ἑλλήνων καὶ σώμασι καὶ χρήμασι καὶ πόλει καὶ χώρᾳ καὶ πᾶσιν ἠγωνισμένους, ἀνθ᾽ ὧν εὔκλειαν εἰκὸς ὑπάρχειν καὶ χάριν ἀθάνατον παρὰ τῶν τὰ δίκαια βουλομένων ποιεῖν. οὐκοῦν ἀφ᾽ ὧν ἐγὼ συνεβούλευσα, τῶν μὲν ἀντιστάντων ἄριστα πράττειν τῇ πόλει συμβέβηκεν, τῶν δὲ συνηγωνισμένων ἐνδοξοτέραν εἶναι περίεστιν. [10]

τοιγαροῦν ἐπὶ τούτοις οἱ θεοὶ τὰς μὲν μαντείας τὰς ἀγαθὰς ὑμῖν διδόασι, τὴν δ᾽ ἄδικον βλασφημίαν εἰς κεφαλὴν τῷ λέγοντι τρέπουσιν. γνοίη δ᾽ ἄν τις, εἰ προέλοιτ᾽ ἐξετάσαι τὰ ἐπιτηδεύματ᾽ ἐν οἷς ζῇ. [11] γὰρ ἂν καταράσαιτό τις αὐτῷ, ταῦτ᾽ ἐκ προαιρέσεως ποιεῖ. ἐχθρὸς μέν ἐστι τοῖς γονεῦσι, φίλος δὲ Παυσανίᾳ τῷ πόρνῳ: καὶ θρασύνεται μὲν ὡς ἀνήρ, πάσχει δ᾽ ὡς γυνή: καὶ τοῦ μὲν πατρός ἐστι κρείττων, τῶν δ᾽ αἰσχρῶν ἥττων: οἷς δ᾽ ὑπὸ πάντων δυσχεραίνεται, τούτοις τὴν διάνοιαν ἀγάλλεται, αἰσχρορρημοσύνῃ καὶ τῷ διηγεῖσθαι ταῦτ᾽ ἐφ᾽ οἷς ἀλγοῦσιν οἱ ἀκούοντες: δ᾽, ὡς ἀφελὴς καὶ παρρησίας μεστός, οὐ παύεται. [12] καὶ ταῦτ᾽ οὐκ ἂν ἔγραψα, εἰ μὴ κινῆσαι τὴν ἐν ὑμῖν μνήμην τῶν προσόντων αὐτῷ κακῶν ἠβουλόμην. γὰρ εἰπεῖν ἄν τις ὀκνήσαι καὶ γράψαι φυλάξαιτ᾽ ἄν, οἶμαι δὲ κἂν ἀκούσαντα δυσχερᾶναι, ταῦτ᾽ ἀπὸ τούτων μνησθεὶς οἶδεν ἕκαστος ὑμῶν πολλὰ καὶ δεινὰ καὶ αἰσχρὰ τούτῳ προσόντα, ὥστ᾽ ἐμοί τε μηδὲν ἀναιδὲς εἰρῆσθαι, καὶ τοῦτον ὑπόμνημα τῶν ἑαυτοῦ κακῶν ὀφθέντα πᾶσιν εἶναι. εὐτυχεῖτε.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: