[3]
πόδας δ᾽ ἄν τις δοκιμάζοι πρῶτον μὲν τοὺς ὄνυχας σκοπῶν: οἱ γὰρ παχεῖς πολὺ τῶν λεπτῶν διαφέρουσιν εἰς εὐποδίαν: ἔπειτα οὐδὲ τοῦτο δεῖ λανθάνειν, πότερον αἱ ὁπλαί εἰσιν ὑψηλαὶ ἢ ταπειναὶ καὶ ἔμπροσθεν καὶ ὄπισθεν ἢ χαμηλαί. αἱ μὲν γὰρ ὑψηλαὶ πόρρω ἀπὸ τοῦ δαπέδου ἔχουσι τὴν χελιδόνα καλουμένην, αἱ δὲ ταπειναὶ ὁμοίως βαίνουσι τῷ τε ἰσχυροτάτῳ καὶ τῷ μαλακωτάτῳ τοῦ ποδός, ὥσπερ οἱ βλαισοὶ τῶν ἀνθρώπων: καὶ τῷ ψόφῳ δὲ ἔφη Σίμων δήλους εἶναι τοὺς εὔποδας, καλῶς λέγων: ὥσπερ γὰρ κύμβαλον ψοφεῖ πρὸς τὸ δάπεδον ἡ κοίλη ὁπλή.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.