[367ξ]
Σωκράτης
ἆρ᾽ οὖν καὶ δυνατώτατος εἶ ἀληθῆ λέγειν περὶ λογισμῶν;Ἱππίας
πάνυ γε.Σωκράτης
οὐκοῦν ὁ αὐτὸς ψευδῆ καὶ ἀληθῆ λέγειν περὶ λογισμῶν δυνατώτατος: οὗτος δ᾽ ἐστὶν ὁ ἀγαθὸς περὶ τούτων, ὁ λογιστικός.Ἱππίας
ναί.Σωκράτης
τίς οὖν ψευδὴς περὶ λογισμὸν γίγνεται, ὦ Ἱππία, ἄλλος ἢ ὁ ἀγαθός; ὁ αὐτὸς γὰρ καὶ δυνατός: οὗτος δὲ καὶ ἀληθής.Ἱππίας
φαίνεται.Σωκράτης
ὁρᾷς οὖν ὅτι ὁ αὐτὸς ψευδής τε καὶ ἀληθὴς περὶ τούτων, καὶ οὐδὲν ἀμείνων ὁ ἀληθὴς τοῦ ψευδοῦς;