previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[233α]

Θεαίτητος
τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις; οὐ γάρ που κατανοῶ τὸ νῦν ἐρωτώμενον.

Ξένος
εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.

Θεαίτητος
μακάριον μεντἂν ἡμῶν, ξένε, ἦν τὸ γένος.

Ξένος
πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτ᾽ ἂν ὑγιές τι λέγων ἀντειπεῖν;

Θεαίτητος
οὐδαμῶς.

Ξένος
τί ποτ᾽ οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως θαῦμα;

Θεαίτητος
τοῦ δὴ πέρι; [233β]

Ξένος
καθ᾽ ὅντινα τρόπον ποτὲ δυνατοὶ τοῖς νέοις δόξαν παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι. δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις ἐφαίνοντο, φαινόμενοί τε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ τὴν ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ ποτ᾽ ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν μαθητὴς γίγνεσθαι.

Θεαίτητος
σχολῇ μεντἄν.

Ξένος
νῦν δέ γ᾽ ἐθέλουσιν;

Θεαίτητος
καὶ μάλα. [233ξ]

Ξένος
δοκοῦσι γὰρ οἶμαι πρὸς ταῦτα ἐπιστημόνως ἔχειν αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν.

Θεαίτητος
πῶς γὰρ οὔ;

Ξένος
δρῶσι δέ γε τοῦτο πρὸς ἅπαντα, φαμέν;

Θεαίτητος
ναί.

Ξένος
πάντα ἄρα σοφοὶ τοῖς μαθηταῖς φαίνονται.

Θεαίτητος
τί μήν;

Ξένος
οὐκ ὄντες γε: ἀδύνατον γὰρ τοῦτό γε ἐφάνη.

Θεαίτητος
πῶς γὰρ οὐκ ἀδύνατον;

Ξένος
δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην σοφιστὴς ἡμῖν ἀλλ᾽ οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται. [233δ]

Θεαίτητος
παντάπασι μὲν οὖν, καὶ κινδυνεύει γε τὸ νῦν εἰρημένον ὀρθότατα περὶ αὐτῶν εἰρῆσθαι.

Ξένος
λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ τούτων.

Θεαίτητος
τὸ ποῖον δή;

Ξένος
τόδε. καί μοι πειρῶ προσέχων τὸν νοῦν εὖ μάλα ἀποκρίνασθαι.

Θεαίτητος
τὸ ποῖον;

Ξένος
εἴ τις φαίη μὴ λέγειν μηδ᾽ ἀντιλέγειν, ἀλλὰ ποιεῖν καὶ δρᾶν μιᾷ τέχνῃ συνάπαντα ἐπίστασθαι πράγματα[233ε]

Θεαίτητος
πῶς πάντα εἶπες;

Ξένος
τὴν ἀρχὴν τοῦ ῥηθέντος σύ γ᾽ ἡμῖν εὐθὺς ἀγνοεῖς: τὰ γὰρ σύμπαντα, ὡς ἔοικας, οὐ μανθάνεις.

Θεαίτητος
οὐ γὰρ οὖν.

Ξένος
λέγω τοίνυν σὲ καὶ ἐμὲ τῶν πάντων καὶ πρὸς ἡμῖν τἆλλα ζῷα καὶ δένδρα.

Θεαίτητος
πῶς λέγεις;

Ξένος
εἴ τις ἐμὲ καὶ σὲ καὶ τἆλλα φυτὰ πάντα ποιήσειν φαίη


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: