This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
πρὸς δὲ τούτοις καὶ ἑτέρου δέους ἀπηλλαγμένοι ἂν ἦσαν, εἰ νῆσον ᾤκουν, μηδέποτε προδοθῆναι τὴν πόλιν ὑπ᾽ ὀλίγων μηδὲ πύλας ἀνοιχθῆναι μηδὲ πολεμίους ἐπεισπεσεῖν: πῶς γὰρ νῆσον οἰκούντων ταῦτ᾽ ἂν ἐγίγνετο; μηδ᾽ αὖ στασιάσαι τῷ δήμῳ μηδέν, εἰ νῆσον ᾤκουν: νῦν μὲν γὰρ εἰ στασιάσαιεν, ἐλπίδα ἂν ἔχοντες ἐν τοῖς πολεμίοις στασιάσειαν, ὡς κατὰ γῆν ἐπαξόμενοι: εἰ δὲ νῆσον ᾤκουν, καὶ ταῦτ᾽ ἂν ἀδεῶς εἶχεν αὐτοῖς.