Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ἐγὼ τοίνυν ἀξιῶ, ἐὰν μὲν ἀποδείξωσιν οἱ λέγοντες καὶ αἰτούμενοι ὑπὲρ Ἀλκιβιάδου ὡς ἐστρατεύσατο ἐν τοῖς ὁπλίταις ἢ ὡς ἵππευε1 δεδοκιμασμένος, ἀποψηφίσασθαι: ἐὰν δὲ μηδὲν ἔχοντες δίκαιον κελεύωσιν αὑτοῖς χαρίζεσθαι, 2 μεμνῆσθαι χρὴ ὅτι διδάσκουσιν ὑμᾶς ἐπιορκεῖν καὶ τοῖς νόμοις μὴ πείθεσθαι, καὶ ὅτι λίαν προθύμως τοῖς ἀδικοῦσι βοηθοῦντες πολλοὺς τῶν αὐτῶν ἔργων ἐπιθυμεῖν ποιήσουσι.
1 ἵππευε Markland: ἱππεύειν MSS.
2 αὑτοῖς χαρίζεσθαι Dobree: αὐτοὶ ὀργίζεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.