Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
θαυμάζω δ᾽ εἴ τις οἴεται τοὺς τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην ἀσκοῦντας καρτερεῖν καὶ μένειν ἐν τούτοις ἐλπίζοντας ἔλαττον ἕξειν τῶν πονηρῶν, ἀλλ᾽ οὐχ ἡγουμένους καὶ παρὰ θεοῖς καὶ παρ᾽ ἀνθρώποις πλέον οἴσεσθαι τῶν ἄλλων. ἐγὼ μὲν γὰρ πέπεισμαι τούτους μόνους ὧν δεῖ πλεονεκτεῖν, τοὺς δ᾽ ἄλλους ὧν οὐ βέλτιόν ἐστιν.