Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
ἀπείποιμεν δ᾽ ἂν ἀκούοντές τε καὶ λέγοντες, εἰ πάσας τὰς τοιαύτας πράξεις ἐξετάζοιμεν, ἐπεὶ καὶ τῶν περὶ Θήβας πραχθέντων εἰ μνησθείημεν, ἐπὶ μὲν τοῖς γεγενημένοις ἂν λυπηθεῖμεν, περὶ δὲ τῶν μελλόντων βελτίους ἐλπίδας ἂν λάβοιμεν. τολμησάντων γὰρ αὐτῶν ὑπομεῖναι τὰς εἰσβολὰς καὶ τὰς ἀπειλὰς τὰς ἡμετέρας, εἰς τοῦθ᾽ ἡ τύχη τὰ πράγματ᾽ αὐτῶν περιέστησεν, ὥστε τὸν ἄλλον χρόνον ὑφ᾽ ἡμῖν ὄντες νῦν ἡμῖν προστάττειν ἀξιοῦσιν.