Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[64]
ἔτι δὲ συντομώτερον ἔχω δηλῶσαι περὶ αὐτῶν. τῶν μὲν γὰρ Ἑλληνίδων πόλεων, χωρὶς τῆς ἡμετέρας, Ἄργος καὶ Θῆβαι καὶ Λακεδαίμων καὶ τότ᾽ ἦσαν μέγισται καὶ νῦν ἔτι διατελοῦσι. φαίνονται δ᾽ ἡμῶν οἱ πρόγονοι τοσοῦτον ἁπάντων διενεγκόντες, ὥσθ᾽ ὑπὲρ μὲν Ἀργείων δυστυχησάντων Θηβαίοις, ὅτε μέγιστον ἐφρόνησαν, ἐπιτάττοντες,