Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
μετὰ δὲ ταῦτα φυγῆς ἡμῖν γενομένης ἐκ τῆς πόλεως μετὰ τοιούτου θορύβου καὶ δέους ὥστ᾽ ἐνίους καὶ τῶν σφετέρων αὐτῶν ἀμελεῖν, οὐδ᾽ ἐν τούτοις τοῖς κακοῖς ἠγάπησα, εἰ τοὺς οἰκείους τοὺς ἐμαυτοῦ διασῶσαι δυνηθείην, ἀλλ᾽ εἰδὼς Σώπολιν μὲν ἀποδημοῦντα, αὐτὸν δ᾽ ἐκεῖνον ἀρρώστως διακείμενον, συνεξεκόμισ᾽ αὐτῷ καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν οὐσίαν ἅπασαν. καίτοι τίνα δικαιότερον αὐτὴν ἔχειν προσήκει ἢ1 τὸν τότε μὲν συνδιασώσαντα, νῦν δὲ παρὰ τῶν κυρίων εἰληφότα;