Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
τοσοῦτον γὰρ διηνέγκαμεν ὥσθ᾽ αὕτη μὲν ἡ κατὰ γένος ἀμφισβητοῦσα πάντα τὸν χρόνον διετέλεσε καὶ πρὸς αὐτὸν ἐκεῖνον καὶ πρὸς Σώπολιν καὶ πρὸς τὴν μητέρ᾽ αὐτῶν διαφερομένη καὶ δυσμενῶς ἔχουσα, ἐγὼ δ᾽ οὐ μόνον περὶ Θρασύλοχον καὶ τὸν ἀδελφὸν ἀλλὰ καὶ περὶ αὐτὴν τὴν οὐσίαν, ἧς ἀμφισβητοῦμεν, φανήσομαι πλείστου τῶν φίλων ἄξιος γεγενημένος.