Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
τί οὖν ὑπόλοιπόν ἐστιν αὐτοῖς, ὅπου τὰς μὲν διαθήκας αὐτοὶ προσομολογοῦσι Θρασύλοχον καταλιπεῖν, τῶν δὲ νόμων τούτοις μὲν οὐδείς, ἐμοὶ δὲ πάντες βοηθοῦσι, πρῶτον μὲν ὁ παρ᾽ ὑμῖν τοῖς μέλλουσι διαγνώσεσθαι περὶ τοῦ πράγματος, ἔπειθ᾽ ὁ Σιφνίων, ὅθεν ἦν ὁ τὴν διαθήκην καταλιπών, ἔτι δ᾽ ὁ παρ᾽ αὐτοῖς τοῖς ἀμφισβητοῦσι κείμενος; καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκοῦσιν, οἵτινες ζητοῦσι πείθειν ὑμᾶς, ὡς χρὴ τὰς διαθήκας ἀκύρους ποιῆσαι τῶν μὲν νόμων οὕτως ἐχόντων, ὑμῶν δὲ κατ᾽ αὐτοὺς ὀμωμοκότων ψηφιεῖσθαι;