Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
ἀλλὰ γὰρ ἴσως περὶ τούτων μόνον ἀλλ᾽ οὐ καὶ περὶ τῶν ἄλλων ἐναντί᾽ αὐτὸς αὑτῷ καὶ λέγων καὶ πράττων φανερός ἐστιν: ὃς τὸν μὲν παῖδα, ὃν αὐτὸς ἠφάνισεν, ὑφ᾽ ἡμῶν ἔφασκεν ἀνδραποδισθῆναι, τὸν αὐτὸν δὲ τοῦτον ἀπεγράψατο μὲν ἐν τοῖς τιμήμασιν ὡς δοῦλον μετὰ τῶν οἰκετῶν τῶν ἄλλων, ἐπεὶ δ᾽ αὐτὸν ἠξίου Μενέξενος βασανίζειν, ἀφῃρεῖθ᾽ ὡς ἐλεύθερον ὄντα.