Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[219]
ἀλλὰ μὴν οὐδ᾽ ἂν θαυμασθεῖμεν οὐδὲ τιμῆς μεγάλης τύχοιμεν τοιούτους τοὺς συνόντας ἀποπέμποντες, ἀλλὰ πολὺ ἂν μᾶλλον καταφρονηθεῖμεν καὶ μισηθεῖμεν τῶν ταῖς ἄλλαις πονηρίαις ἐνόχων ὄντων. καὶ μὴν οὐδ᾽ εἰ ταῦτα παρίδοιμεν, χρήματα πλεῖστ᾽ ἂν λάβοιμεν οὕτω παιδείας προεστῶτες.