This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
καὶ ἡ διαφθείρασα τὴν Εὐκτήμονος γνώμην καὶ πολλῶν ἐγκρατὴς γενομένη οὕτως ὑβρίζει σφόδρα πιστεύουσα τούτοις, ὥστε οὐ μόνον τῶν Εὐκτήμονος οἰκείων καταφρονεῖ, ἀλλὰ καὶ τῆς πόλεως ἁπάσης. ἀκούσαντες δὲ ἓν μόνον σημεῖον ῥᾳδίως γνώσεσθε τὴν ἐκείνης παρανομίαν. καὶ μοι λαβὲ τοῦτον τὸν νόμον.“<Νόμος>”