Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
ἀλλὰ μὴν τήν γε
περὶ Πύλας1 καὶ Λαμίαν μάχην γενομένην οὐχ
ἧττον αὐτοῖς ἔνδοξον γενέσθαι συμβέβηκεν ἧς ἐν Βοιωτοῖς
ἠγωνίσαντο, οὐ μόνον τῷ μαχομένους νικᾶν Ἀντίπατρον καὶ τοὺς
συμμάχους, ἀλλὰ καὶ τῷ τόπῳ τῷ ἐνταυθοῖ γεγενῆσθαι τὴν
μάχην. ἀφικνούμενοι γὰρ οἱ Ἕλληνες ἅπαντες δὶς τοῦ ἐνιαυτοῦ
εἰς τὴν Πυλαίαν, θεωροὶ γενήσονται τῶν ἔργων τῶν πεπραγμένων
αὐτοῖς: ἅμα γὰρ εἰς τὸν τόπον ἁθροισθήσονται καὶ τῆς τούτων
ἀρετῆς μνησθήσονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.