previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

33.

ὅτι οἱ πονηροὶ κἂν αὐτίκα παρὰ τῶν ἀδικηθέντων τὴν τιμωρίαν ἐκκλίνωσιν, γε βλασφημία δι᾽ αἰῶνος τηρουμένη καὶ τελευτήσαντας αὐτοὺς κατὰ τὸ δυνατὸν μετέρχεται. [2]

ὅτι φασὶ τὸν Κροῖσον πρὸ τοῦ πρὸς Κῦρον πολέμου πέμψαι θεωροὺς εἰς Δελφοὺς ἐπερωτήσοντας, πῶς ἂν υἱὸς αὐτοῦ δύναιτο φωνὴν προέσθαι. τὴν δὲ Πυθίαν εἰπεῖν,“ Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,
μὴ βούλου πολύευκτον ἰὰν κατὰ δώματ᾽ ἀκούειν
παιδὸς φθεγγομένου: τὸ δέ σοι πολὺ λώιον ἀμφὶς
ἔμμεναι: αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.
[3]

ὅτι δεῖ τὴν εὐτυχίαν μετρίως φέρειν καὶ μὴ πεποιθέναι ταῖς ἀνθρωπίναις εὐπραξίαις ἐν μικρᾷ ῥοπῇ μεγάλας μεταβολὰς λαμβανούσαις. [4]

ὅτι μετὰ τὸ γενέσθαι αἰχμάλωτον Κροῖσον καὶ τὴν πυρὰν σβεσθῆναι, ἰδὼν τὴν πόλιν διαρπαζομένην καὶ πρὸς τοῖς ἄλλοις πολὺν ἄργυρόν τε καὶ χρυσὸν διαφορούμενον, ἐπηρώτησε τὸν Κῦρον, τί ποιοῦσιν οἱ στρατιῶται. τοῦ δὲ μετὰ γέλωτος ἀποκριθέντος, τὰ σὰ χρήματα διαρπάζουσι. μὰ Δία μὲν οὖν, εἶπεν, ἀλλὰ τὰ σά: Κροίσου γὰρ ἴδιον οὐκέτι οὐθὲν ὑπάρχει. δὲ Κῦρος θαυμάσας τὸν λόγον εὐθὺς μετενόησε καὶ τοὺς στρατιώτας ἀνείρξας τῆς διαρπαγῆς εἰς τὸ βασιλικὸν ἀνέλαβε τὰς τῶν Σαρδιανῶν κτήσεις.Const. Exc. 4, pp. 290-291.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: