previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

83. τῶν δὲ Κρητῶν συντόμως τὸ παραγγελθὲν ποιησάντων, παραδόξως οἱ Λακεδαιμόνιοι τὴν ἅλωσιν τῆς πατρίδος ἐξέφυγον: μὴ προδηλωθείσης γὰρ τῆς ἐπιθέσεως ἔλαθεν ἂν Ἐπαμεινώνδας εἰσπεσὼν εἰς τὴν Σπάρτην. τὴν μὲν οὖν ἐπίνοιαν τῶν στρατηγῶν ἀμφοτέρων δικαίως ἄν τις ἀποδέξαιτο, συνετωτέραν δὲ στρατηγίαν τὴν τοῦ Λάκωνος ἡγήσαιτο. [2] οὐ μὴν ἀλλ᾽ Ἐπαμεινώνδας ὅλην τὴν νύκτα διαγρυπνήσας καὶ τὸ διάστημα τῆς ὁδοῦ κατὰ σπουδὴν διανύσας ἅμ᾽ ἡμέρᾳ προσῆγε τῇ Σπάρτῃ. δ᾽ ἐπὶ τῆς φυλακῆς ἀπολελειμμένος Ἀγησίλαος ὀλίγῳ πρότερον χρόνῳ τῶν Κρητῶν ἀκούσας τὰ κατὰ μέρος, εὐθὺς μετὰ πολλῆς σπουδῆς τὴν ἐπιμέλειαν ἐποιήσατο τῆς πόλεως. [3] τοὺς μὲν οὖν πρεσβυτάτους τῶν παίδων καὶ τοὺς γεγηρακότας ἐπὶ τὰ στέγη τῶν οἰκιῶν ἀνεβίβασε, καὶ προσέταξεν ἀπὸ τούτων ἀμύνασθαι τοὺς εἰς τὴν πόλιν βιαζομένους, αὐτὸς δὲ τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις συντάξας διεμέρισεν εἰς τὰς πρὸ τῆς πόλεως δυσχωρίας καὶ παρόδους, καὶ πάντας τοὺς δυναμένους τόπους δέξασθαι δίοδον ἐμφράξας ἀνέμενε τὴν τῶν πολεμίων ἔφοδον. [4] Ἐπαμεινώνδας δ᾽ εἰς πλείω μέρη διελόμενος τοὺς στρατιώτας, καὶ πάντῃ προσπίπτων κατὰ τὸν αὐτὸν καιρόν, ὡς εἶδε τὴν τῶν Σπαρτιατῶν σύνταξιν, εὐθὺς ἔγνω μεμηνυμένην τὴν πρᾶξιν: ὅμως δὲ προσμαχόμενος πᾶσι κατὰ μέρος καὶ ταῖς δυσχωρίαις ἐλαττούμενος συνῆπτεν εἰς χεῖρας. [5] πολλὰ δὲ παθὼν καὶ δράσας οὐκ ἀπέστη τῆς φιλοτιμίας, ἕως τὸ στράτευμα τῶν Λακεδαιμονίων ἐπανῆλθεν εἰς τὴν Σπάρτην: πολλῶν δὲ βοηθούντων τοῖς πολιορκουμένοις, καὶ τῆς νυκτὸς καταλαβούσης, ἔλυσε τὴν πολιορκίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: