previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10.

Ἀρταξέρξης δὲ καταλύσας τὸν πρὸς Καδουσίους πόλεμον προέθηκε κρίσιν Τιριβάζῳ, καὶ δικαστὰς τρεῖς ἀπέδωκε τῶν μάλιστα εὐδοκιμούντων παρὰ τοῖς Πέρσαις. κατὰ τούτους δὲ τοὺς χρόνους ἕτεροι δικασταὶ δόξαντες κακῶς κρίνειν ζῶντες ἐξεδάρησαν, καὶ ὑπὲρ τῶν δικαστικῶν δίφρων περιταθέντων τῶν δερμάτων ἐπὶ τούτων ἐδίκαζον οἱ δικασταί, παρ᾽ ὀφθαλμοὺς ἔχοντες παράδειγμα τῆς ἐν τῷ κακῶς κρίνειν τιμωρίας. [2] οἱ μὲν οὖν κατηγοροῦντες τὴν ἐπιστολὴν ἀναγνόντες τὴν πεμφθεῖσαν ὑπὸ τοῦ Ὀρόντου, ταύτην ἱκανῶς ἔφασαν ἔχειν πρὸς κατηγορίαν: δὲ Τιρίβαζος πρὸς μὲν τὴν κατὰ τὸν Εὐαγόραν διαβολὴν τὴν ὑπ᾽ Ὀρόντου γεγενημένην συνθήκην τὸν Εὐαγόραν ὑπακούσειν ὡς βασιλέα βασιλεῖ προήνεγκεν: ἑαυτὸν δὲ τὴν εἰρήνην συντεθεῖσθαι, ὥστε ὑπακούειν Εὐαγόραν τῷ βασιλεῖ ὡς δοῦλον δεσπότῃ: περὶ δὲ τῶν χρησμῶν ἔφησε μὴ χρηματίζειν τὸν θεὸν καθόλου περὶ θανάτου, καὶ τούτου μάρτυρας παρείχετο πάντας τοὺς παρόντας Ἕλληνας. περὶ δὲ τῆς φιλίας τῆς πρὸς Λακεδαιμονίους ἀπελογεῖτο, λέγων οὐκ ἐπὶ τῷ ἰδίῳ συμφέροντι, ἀλλ᾽ ἐπὶ τῷ τοῦ βασιλέως λυσιτελεῖ πεποιῆσθαι τὴν φιλίαν: καὶ διὰ ταύτης παρεδείκνυε τῶν μὲν Λακεδαιμονίων παρῃρῆσθαι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας, τῷ δὲ βασιλεῖ παραδεδόσθαι ἐκδότους. ἐπὶ τελευτῆς δὲ τῆς ἀπολογίας ὑπέμνησε τοὺς δικαστὰς ὧν τὸν βασιλέα πρότερον ἦν εὐεργετηκώς. [3] λέγεται δὲ πολλὰς μὲν καὶ ἄλλας χρείας ἐνδεδεῖχθαι τῷ βασιλεῖ, μίαν δὲ μεγίστην, ἐξ ἧς αὐτὸν θαυμασθῆναι συνέβη καὶ μέγιστον γενέσθαι φίλον: κατὰ γάρ τινα κυνηγίαν ἐφ᾽ ἅρματος ὀχουμένου τοῦ βασιλέως δύο λέοντας ἐπ᾽ αὐτὸν ὁρμῆσαι, καὶ τῶν μὲν ἵππων τῶν ἐν τῷ τεθρίππῳ δύο διασπάσαι, τὴν δ᾽ ὁρμὴν ἐπ᾽ αὐτὸν ποιεῖσθαι τὸν βασιλέα: καθ᾽ ὃν δὴ καιρὸν ἐπιφανέντα τὸν Τιρίβαζον τοὺς μὲν λέοντας ἀποκτεῖναι, τὸν δὲ βασιλέα ἐκ τῶν κινδύνων ἐξελέσθαι. [4] ἔν τε τοῖς πολέμοις ἀνδρείᾳ διενεγκεῖν φασὶν αὐτὸν καὶ κατὰ τὰς συμβουλὰς οὕτως εὐστοχεῖν, ὥστε τὸν βασιλέα χρώμενον ταῖς ἐκείνου παραγγελίαις μηδέποτε διαμαρτεῖν. τοιαύτῃ δ᾽ ἀπολογίᾳ χρησάμενος Τιρίβαζος ἀπελύθη τῶν ἐγκλημάτων ὡμολογημένως ὑπὸ πάντων τῶν δικαστῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: