previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6.

κατὰ δὲ τὴν Σικελίαν Διονύσιος τῶν Συρακοσίων τύραννος ἀπολελυμένος τῶν πρὸς Καρχηδονίους πολέμων πολλὴν εἰρήνην καὶ σχολὴν εἶχεν. διὸ καὶ ποιήματα γράφειν ὑπεστήσατο μετὰ πολλῆς σπουδῆς, καὶ τοὺς ἐν τούτοις δόξαν ἔχοντας μετεπέμπετο καὶ προτιμῶν αὐτοὺς συνδιέτριβε καὶ τῶν ποιημάτων ἐπιστάτας καὶ διορθωτὰς εἶχεν. ὑπὸ δὲ τούτων διὰ τὰς εὐεργεσίας τοῖς πρὸς χάριν λόγοις μετεωριζόμενος ἐκαυχᾶτο πολὺ μᾶλλον ἐπὶ τοῖς ποιήμασιν τοῖς ἐν πολέμῳ κατωρθωμένοις. [2] τῶν δὲ συνόντων αὐτῷ ποιητῶν Φιλόξενος διθυραμβοποιός, μέγιστον ἔχων ἀξίωμα κατὰ τὴν κατασκευὴν τοῦ ἰδίου ποιήματος, κατὰ τὸ συμπόσιον ἀναγνωσθέντων τῶν τοῦ τυράννου ποιημάτων μοχθηρῶν ὄντων ἐπηρωτήθη περὶ τῶν ποιημάτων τίνα κρίσιν ἔχοι. ἀποκριναμένου δ᾽ αὐτοῦ παρρησιωδέστερον, μὲν τύραννος προσκόψας τοῖς ῥηθεῖσι, καὶ καταμεμψάμενος ὅτι διὰ φθόνον ἐβλασφήμησε, προσέταξε τοῖς ὑπηρέταις παραχρῆμα ἀπάγειν εἰς τὰς λατομίας. [3] τῇ δ᾽ ὑστεραίᾳ τῶν φίλων παρακαλούντων συγγνώμην δοῦναι τῷ Φιλοξένῳ, διαλλαγεὶς αὐτῷ πάλιν τοὺς αὐτοὺς παρέλαβεν ἐπὶ τὸ συμπόσιον. προβαίνοντος δὲ τοῦ πότου, καὶ πάλιν τοῦ Διονυσίου καυχωμένου περὶ τῶν ἰδίων ποιημάτων, καί τινας στίχους τῶν δοκούντων ἐπιτετεῦχθαι προενεγκαμένου, καὶ ἐπερωτῶντος ποῖά τινά σοι φαίνεται τὰ ποιήματα ὑπάρχειν; ἄλλο μὲν οὐδὲν εἶπε, τοὺς δ᾽ ὑπηρέτας τοῦ Διονυσίου προσκαλεσάμενος ἐκέλευσεν αὑτὸν ἀπαγαγεῖν εἰς τὰς λατομίας. [4] τότε μὲν οὖν διὰ τὴν εὐτραπελίαν τῶν λόγων μειδιάσας Διονύσιος ἤνεγκε τὴν παρρησίαν, τοῦ γέλωτος τὴν μέμψιν ἀμβλύνοντος: μετ᾽ ὀλίγον δὲ τῶν γνωρίμων ἅμα καὶ τοῦ Διονυσίου παραιτουμένων τὴν ἄκαιρον παρρησίαν, Φιλόξενος ἐπηγγείλατο παράδοξόν τινα ἐπαγγελίαν. ἔφη γὰρ διὰ τῆς ἀποκρίσεως τηρήσειν ἅμα καὶ τὴν ἀλήθειαν καὶ τὴν εὐδόκησιν τοῦ Διονυσίου, καὶ οὐ διεψεύσθη. [5] τοῦ γὰρ τυράννου προενεγκαμένου τινὰς στίχους ἔχοντας ἐλεεινὰ πάθη, καὶ ἐρωτήσαντος ποῖά τινα φαίνεται τὰ ποιήματα; εἶπεν οἰκτρά, διὰ τῆς ἀμφιβολίας ἀμφότερα τηρήσας. μὲν γὰρ Διονύσιος ἐδέξατο τὰ οἰκτρὰ εἶναι ἐλεεινὰ καὶ συμπαθείας πλήρη, τὰ δὲ τοιαῦτα εἶναι ποιητῶν ἀγαθῶν ἐπιτεύγματα, ὅθεν ὡς ἐπῃνεκότα αὐτὸν ἀπεδέχετο: οἱ δ᾽ ἄλλοι τὴν ἀληθινὴν διάνοιαν ἐκδεξάμενοι πᾶν τὸ οἰκτρὸν ἀποτεύγματος φύσιν εἰρῆσθαι διελάμβανον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: