previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

48.

περὶ δὲ τοὺς αὐτοὺς χρόνους Φορμίων τῶν Ἀθηναίων στρατηγὸς ἔχων εἴκοσι τριήρεις περιέτυχε ναυσὶ Λακεδαιμονίων ἑπτὰ πρὸς ταῖς τετταράκοντα. ναυμαχήσας δὲ πρὸς ταύτας τήν τε στρατηγίδα ναῦν τῶν πολεμίων κατέδυσε καὶ τῶν ἄλλων πολλὰς ἄπλους ἐποίησε, δώδεκα δὲ αὐτάνδρους εἷλε, τὰς δὲ λοιπὰς μέχρι τῆς γῆς κατεδίωξεν. οἱ δὲ Λακεδαιμόνιοι παρ᾽ ἐλπίδας ἡττηθέντες ταῖς ὑπολειφθείσαις ναυσὶν ἔφυγον εἰς Πάτρας τῆς Ἀχαΐας. αὕτη μὲν οὖν ναυμαχία συνέστη περὶ τὸ Ῥίον καλούμενον. οἱ δ᾽ Ἀθηναῖοι τρόπαιον στήσαντες καὶ τῷ Ποσειδῶνι περὶ τὸν πορθμὸν ναῦν καθιερώσαντες ἀπέπλευσαν εἰς πόλιν συμμαχίδα Ναύπακτον. [2] Λακεδαιμόνιοι δ᾽ ἑτέρας ναῦς ἐξέπεμψαν εἰς τὰς Πάτρας. αὗται δὲ προσλαβόμεναι τὰς ἐκ τῆς ναυμαχίας περιλελειμμένας τριήρεις ἠθροίσθησαν εἰς τὸ Ῥίον: εἰς τὸν αὐτὸν δὲ τόπον καὶ τὸ πεζὸν στρατόπεδον τῶν Πελοποννησίων κατήντησε καὶ πλησίον τοῦ στόλου κατεστρατοπέδευσε. [3] Φορμίων δὲ τῇ προγεγενημένῃ νίκῃ φρονηματισθεὶς ἐτόλμησεν ἐπιθέσθαι ταῖς πολεμίαις ναυσὶν οὔσαις πολλαπλασίαις: καί τινας αὐτῶν καταδύσας καὶ τῶν ἰδίων ἀποβαλὼν ἀμφίδοξον ἔσχε τὴν νίκην. μετὰ δὲ ταῦτα Ἀθηναίων ἀποστειλάντων εἴκοσι τριήρεις, οἱ Λακεδαιμόνιοι φοβηθέντες ἀπέπλευσαν εἰς τὴν Κόρινθον, οὐ τολμῶντες ναυμαχεῖν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: