Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ὃ καὶ μάλιστ᾽ ἄν τις θαυμάσειεν: τῶν γὰρ ἄλλων ἐπὶ μὲν τῆς πραότητος ταπεινῶν, ἐπὶ δὲ τῆς σεμνότητος αὐθαδῶν ὑπολαμβανομένων, καὶ διὰ μὲν τὴν ἀνδρείαν θρασυτέρων, διὰ δὲ τὴν ἡσυχίαν ἀβελτέρων εἶναι δοκούντων, τοσαύτας ὑπεναντιώσεις πρὸς ἄλληλα λαβοῦσ᾽ ἡ τύχη πρὸς τὸ δέον ἅπανθ᾽ ὁμολογούμεν᾽ ἀπέδωκεν, ὥσπερ εὐχὴν ἐπιτελοῦσ᾽ ἢ παράδειγμα τοῖς ἄλλοις ὑποδεῖξαι βουληθεῖσα, ἀλλ᾽ οὐ θνητήν, ὡς εἴθιστο, φύσιν συνιστᾶσα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.