Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τὰ μὲν οὖν εἰς γένος ἀνήκοντα τοιαῦτα δι᾽ αἰῶνος ὑπάρχει τοῖς τῶνδε τῶν ἀνδρῶν προγόνοις. τὰ δ᾽ εἰς ἀνδρείαν καὶ τὴν ἄλλην ἀρετὴν πάντα μὲν κατοκνῶ λέγειν, φυλαττόμενος μὴ μῆκος ἄκαιρον ἐπιγένηται τῷ λόγῳ: ἃ δὲ καὶ τοῖς εἰδόσιν χρήσιμ᾽ ἀναμνησθῆναι καὶ τοῖς ἀπείροις κάλλιστ᾽ ἀκοῦσαι, καὶ ζῆλον ἔχει πολὺν καὶ μῆκος λόγου ἄλυπον, ταῦτ᾽ ἐπὶ κεφαλαίων εἰπεῖν πειράσομαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.