Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
ὑμεῖς οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ἐπιτρέπετε τούτοις οὕτως ἔχουσιν, μηδ᾽ ἐπὶ δυοῖν ἀγκύραιν ὁρμεῖν αὐτοὺς ἐᾶτε, ὡς, ἐὰν μὲν κατορθώσωσι, τἀλλότρια ἕξοντας, ἐὰν δὲ μὴ δύνωνται ἐξαπατῆσαι ὑμᾶς, αὐτὰ τὰ ὀφειλόμενα ἀποδώσοντας: ἀλλὰ τοῖς ἐπιτιμίοις ζημιοῦτε τοῖς ἐκ τῆς συγγραφῆς. καὶ γὰρ ἂν δεινὸν εἴη, αὐτοὺς μὲν τούτους διπλασίαν καθ᾽ αὑτῶν τὴν ζημίαν γράψασθαι, ἐάν τι παραβαίνωσι τῶν ἐν τῇ συγγραφῇ, ὑμᾶς δ᾽ ἠπιωτέρως ἔχειν πρὸς αὐτούς, καὶ ταῦτα οὐχ ἧττον ἡμῶν συνηδικημένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.