This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
καὶ ἡμεῖς, ὦ ἄνδρες δικασταί, ἠγανακτοῦμεν ἐπὶ τοῖς λεγομένοις, πλέον δὲ οὐδὲν ἦν ἀγανακτοῦσιν ἡμῖν: τούτοις γὰρ οὐδ᾽ ὁτιοῦν ἔμελεν. οὐδὲν δ᾽ ἧττον ἠρωτῶμεν αὐτούς, ὅντινα τρόπον ἀπολωλότα εἴη τὰ χρήματα. Λάκριτος δὲ οὑτοσὶ ναυαγῆσαι ἔφη τὸ πλοῖον παραπλέον ἐκ Παντικαπαίου εἰς Θεοδοσίαν, ναυαγήσαντος δὲ τοῦ πλοίου ἀπολωλέναι τὰ χρήματα τοῖς ἀδελφοῖς τοῖς ἑαυτοῦ, ἃ ἔτυχεν ἐν τῷ πλοίῳ ἐνόντα: ἐνεῖναι δὲ τάριχός τε καὶ οἶνον Κῷον καὶ ἄλλ᾽ ἄττα, καὶ ταῦτα ἔφασαν πάντα ἀντιφορτισθέντα μέλλειν ἀπάγειν Ἀθήναζε, εἰ μὴ ἀπώλετο ἐν τῷ πλοίῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.