Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
ἀλλὰ νὴ Δία εὐπόρως διέκειτο, ὥστ᾽ ἐνεδέχετο αὐτῷ καὶ ὕστερον ἐπ᾽ ἐμὲ ἐλθεῖν, τότε δ᾽ ἀσχόλως εἶχεν περὶ ἀναγωγὴν ὤν. ἀλλὰ δι᾽ ἀπορίαν ἐξειστήκει τῶν ἑαυτοῦ καὶ τὴν ναῦν ἐπεπράκει. εἰ δ᾽ ἄρα ἐμποδών τι αὐτῷ ἐγένετο τοῦ μὴ εὐθὺς τότε δικάσασθαι, διὰ τί πέρυσιν ἐπιδημῶν, μὴ ὅτι δικάσασθαι, ἀλλ᾽ οὐδ᾽ ἐγκαλέσαι μοι ἐτόλμησεν; καίτοι προσῆκεν, εἰ ὁ μὲν Παρμένων ὠφλήκει αὐτῷ τὴν δίκην, ἐγὼ δὲ ἐγγυητὴς ἦν, προσελθεῖν αὐτόν μοι ἔχοντα μάρτυρας καὶ ἀπαιτῆσαι τὴν ἐγγύην, εἰ μὴ προπέρυσιν, ἐν τῷ ἐξελθόντι ἐνιαυτῷ: καὶ εἰ μὲν αὐτῷ ἀπεδίδουν, κομίσασθαι, εἰ δὲ μή, δικάζεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.