Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ἐπειδὴ δὲ τότ᾽ ἀφέντες ἐπὶ ταῖς ὁμολογουμέναις ἐλπίσιν, μικρὸν ὕστερον τὸν αὐτὸν τοῦτον, ὡς πράττοντα καὶ λέγοντα μὴ τὰ ἄριστα τῷ δήμῳ, πάλιν ἐκολάσατε, τίς ὑπολείπεται σκῆψις ὑμῖν ἁρμόττουσα, ἂν νῦν παρακρουσθῆτε; ὧν μὲν γὰρ ἔργῳ πεῖραν εἰλήφατε, τί δεῖ τοῖς λόγοις πιστεύειν; ὧν δὲ μηδέπω τὴν δοκιμασίαν ἔχετ᾽ ἀκριβῆ παρ᾽ ὑμῖν αὐτοῖς, ἐκ τῶν λεγομένων ἴσως ἀναγκαῖόν ἐστι κρίνειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.