Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ἡδέως δ᾽ ἂν ἔγωγ᾽ αὐτὸν ἐρωτήσαιμι πότερ᾽ ἔννομον καὶ δικαίαν ἐποιήσατο τοῦ ψηφίσματος τὴν γραφὴν ἢ τοὐναντίον ἄδικον καὶ παράνομον. εἰ μὲν γὰρ ἀσύμφερον καὶ τῷ δήμῳ βλαβεράν, δι᾽ αὐτὸ τοῦτο δικαίως ἂν ἀποθάνοι: εἰ δὲ συμφέρουσαν καὶ τοῖς πολλοῖς ὠφέλιμον, διὰ τί νῦν τἀναντί᾽ οἷς αὐτὸς ἔγραψας ψηφίζεσθαι τούτους ἀξιοῖς; ἀλλ᾽ οὔτ᾽ ἐκεῖνα δίκαια οὔτε ταῦτ᾽ ἔννομ᾽ οὐδὲ συμφέροντ᾽ ἐστὶν ὑμῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.