Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[178]
ἐλθόντων τοίνυν μετὰ ταῦτα τῶν πρέσβεων εἰς Θρᾴκην, ὁ μὲν Κερσοβλέπτης ὑμῖν ἐπιστέλλει ταυτί, καὶ οὐδ᾽ ὁτιοῦν ὡμολόγει δίκαιον, οἱ δ᾽ ἕτεροι ταυτί. λέγ᾽ αὐτοῖς.“Ἐπιστολή”λέγε δὴ τὴν παρὰ τῶν βασιλέων. καὶ σκοπεῖτ᾽ εἰ ἄρ᾽ ὑμῖν δοκοῦσι μηδὲν ἐγκαλεῖν.“Ἐπιστολή”ὁρᾶτε καὶ συνίετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πονηρίαν καὶ τὴν ἀπιστίαν, ὡς ἄνω καὶ κάτω. τὸ πρῶτον ἠδίκει Κηφισόδοτον, πάλιν φοβηθεὶς Ἀθηνόδωρον ἐπαύσατο: αὖθις ἠδίκει Χαβρίαν, πάλιν ὡμολόγει Χάρητι. πάντ᾽ ἄνω καὶ κάτω πεποίηκεν, καὶ οὐδὲν ἁπλῶς οὐδὲ δικαίως ἔπραξεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.