Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[162]
ὁρᾶθ᾽ ὅτι πανταχόθεν τὸ πρᾶγμα μαρτυρεῖται, ὅτι διαβὰς οὐκ ἐπὶ τὸν Κότυν, ἀλλ᾽ ἐφ᾽ ἡμᾶς μετ᾽ ἐκείνου ἐπορεύετο. ἔτι τοίνυν ταύτην μόνην ἀνάγνωθί μοι τὴν ἐπιστολήν, τὰς δ᾽ ἄλλας ἔα: δῆλον γάρ που ὑμῖν γέγον᾽ ὡς πεφενάκικεν ὑμᾶς. λέγε.“Ἐπιστολή”ἐπίσχες. ἐνθυμεῖσθ᾽ ὅτι γράψας μὲν ὡς ἀποδώσει Χερρόνησον, τὰ λοίπ᾽ ἀφελέσθαι μισθώσας αὑτὸν τοῖς ὑμετέροις ἐχθροῖς ἐπεχείρει, γράψας δ᾽ ὡς Ἀλεξάνδρου πρεσβευσαμένου πρὸς αὐτὸν οὐ προσεδέξατο, τοῖς λῃσταῖς φαίνεται τοῖς παρ᾽ ἐκείνου ταὐτὰ πράττων. εὔνους γ᾽, οὐ γάρ; ἁπλῶς ὑμῖν, καὶ οὐδὲν ἂν ἐπιστείλας ψεῦδος οὐδ᾽ ἐξαπατήσας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.