Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
οὐκοῦν ἐνόμιζον ἐκεῖνοι τῆς πάντων τῶν Ἑλλήνων σωτηρίας αὑτοῖς ἐπιμελητέον εἶναι: οὐ γὰρ ἂν αὐτοῖς ἔμελ᾽ εἴ τις ἐν Πελοποννήσῳ τινὰς ὠνεῖται καὶ διαφθείρει, μὴ τοῦθ᾽ ὑπολαμβάνουσιν: ἐκόλαζον δ᾽ οὕτω καὶ ἐτιμωροῦνθ᾽ οὓς αἴσθοιντο, ὥστε καὶ στηλίτας ποιεῖν. ἐκ δὲ τούτων εἰκότως τὰ τῶν Ἑλλήνων ἦν τῷ βαρβάρῳ φοβερά, οὐχ ὁ βάρβαρος τοῖς Ἕλλησιν. ἀλλ᾽ οὐ νῦν: οὐ γὰρ οὕτως ἔχεθ᾽ ὑμεῖς οὔτε πρὸς τὰ τοιαῦτ᾽ οὔτε πρὸς τἄλλα, ἀλλὰ πῶς;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.