previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1239α]

ὥσπερ οὖν εἴρηται, τριῶν ὄντων εἰδῶν φιλίας, κατ᾽ ἀρετὴν κατὰ τὸ χρήσιμον καὶ κατὰ τὸ ἡδύ, αὗται πάλιν διῄρηνται εἰς δύο: αἳ μὲν γὰρ κατὰ τὸ ἴσον αἳ δὲ καθ᾽ ὑπεροχὴν εἰσίν. φιλίαι μὲν οὖν ἀμφότεραι, φίλοι δ᾽ οἱ [5] κατὰ τὴν ἰσότητα: ἄτοπον γὰρ ἂν εἴη εἰ ἀνὴρ παιδίῳ φίλος, φιλεῖ δέ γε καὶ φιλεῖται. ἐνιαχοῦ δὲ φιλεῖσθαι μὲν δεῖ τὸν ὑπερέχοντα, ἐὰν δὲ φιλῇ, ὀνειδίζεται ὡς ἀνάξιον φιλῶν. τῇ γὰρ ἀξίᾳ τῶν φίλων μετρεῖται καί τινι ἴσῳ. τὰ μὲν οὖν δι᾽ ἡλικίας ἔλλειψιν ἀνάξια ὁμοίως [10] φιλεῖσθαι, τὰ δὲ κατ᾽ ἀρετὴν γένος κατὰ ἄλλην τοιαύτην ὑπεροχήν. ἀεὶ δὲ τὸν ὑπερέχοντα ἧττον μὴ φιλεῖν ἀξιοῦν, καὶ ἐν τῷ χρησίμῳ καὶ ἐν τῷ ἡδεῖ καὶ κατ᾽ ἀρετήν. ἐν μὲν οὖν ταῖς μικραῖς ὑπεροχαῖς εἰκότως γίνονται ἀμφισβητήσειςτὸ γὰρ μικρὸν ἐνιαχοῦ οὐδὲν ἰσχύει, ὥσπερ [15] ἐν ξύλου σταθμῷ, ἀλλ᾽ ἐν χρυσίῳ: ἀλλὰ τὸ μικρὸν κακῶς κρίνουσιν: φαίνεται γὰρ τὸ μὲν οἰκεῖον ἀγαθὸν διὰ τὸ ἐγγὺς μέγα, τὸ δ᾽ ἀλλότριον διὰ τὸ πόρρω μικρόν): ὅταν δὲ ὑπερβολὴ , οὐδ᾽ αὐτοὶ ἐπιζητοῦσιν ὡς δεῖ ἀντιφιλεῖσθαι ὁμοίως ἀντιφιλεῖσθαι, οἷον εἴ τις ἀξιοῖ τὸν θεόν. φανερὸν [20] δὴ ὅτι φίλοι μέν, ὅταν ἐν τῷ ἴσῳ, τὸ ἀντιφιλεῖν δ᾽ ἔστιν ἄνευ τοῦ φίλους εἶναι. δῆλον δὲ καὶ διὰ τί ζητοῦσι μᾶλλον οἱ ἄνθρωποι τὴν καθ᾽ ὑπεροχὴν φιλίαν τῆς κατ᾽ ἰσότητα: ἅμα γὰρ ὑπάρχει οὕτως αὐτοῖς τό τε φιλεῖσθαι καὶ ὑπεροχή. διὸ κόλαξ παρ᾽ ἐνίοις ἐντιμότερος τοῦ φίλου: [25] ἄμφω γὰρ φαίνεσθαι ποιεῖ ὑπάρχειν τῷ κολακευομένῳ. μάλιστα δ᾽ οἱ φιλότιμοι τοιοῦτοι: τὸ γὰρ θαυμάζεσθαι ἐν ὑπεροχῇ. φύσει δὲ γίνονται οἳ μὲν φιλητικοὶ οἳ δὲ φιλότιμοι. φιλητικὸς δὲ τῷ φιλεῖν χαίρων μᾶλλον τῷ φιλεῖσθαι: ἐκεῖνος δὲ φιλότιμος μᾶλλον. μὲν οὖν χαίρων [30] τῷ θαυμάζεσθαι καὶ φιλεῖσθαι τῆς ὑπεροχῆς φίλος: δὲ τῇ ἐν τῷ φιλεῖν ἡδονῇ φιλητικός. ἔνεστι γὰρ ἀνάγκη ἐνεργοῦντα: τὸ μὲν γὰρ φιλεῖσθαι συμβεβηκός: ἔστι γὰρ λανθάνειν φιλούμενον, φιλοῦντα δ᾽ οὔ. ἔστι δὲ καὶ κατὰ τὴν φιλίαν τὸ φιλεῖν μᾶλλον τὸ φιλεῖσθαι, τὸ δὲ [35] φιλεῖσθαι κατὰ τὸ φιλητόν. σημεῖον δέ: ἕλοιτ᾽ ἂν φίλος μᾶλλον, εἰ μὴ ἐνδέχοιτ᾽ ἄμφω, γιγνώσκειν γιγνώσκεσθαι, οἷον ἐν ταῖς ὑποβολαῖς αἱ γυναῖκες ποιοῦσι, καὶ Ἀνδρομάχη Ἀντιφῶντος. καὶ γὰρ ἔοικε τὸ μὲν ἐθέλειν γινώσκεσθαι αὑτοῦ ἕνεκα, καὶ τοῦ πάσχειν τι ἀγαθὸν ἀλλὰ μὴ ποιεῖν, [40] τὸ δὲ γινώσκειν τοῦ ποιεῖν καὶ τοῦ φιλεῖν ἕνεκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: