Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
τίνες σε δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ. Ὀρέστης
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί:
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες. Χορός
1055ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι:
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει. Ὀρέστης
ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές. Χορός
εἷς σοὶ καθαρμός: Λοξίας δὲ προσθιγὼν
1060ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει. Ὀρέστης
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ:
ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγὼ. Χορός
ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.