previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

46. τὸν τοῦ Πομπηίου φόβον ὑπέμεινε. τέλος δὲ ὀψέ ποτε αὐτὸς ἐλθὼν τὴν μὲν δικτατορίαν διδομένην οἱ δῆθεν οὐκ ἐδέξατο, τοὺς δὲ ὑπάτους ἀποδειχθῆναι παρεσκεύασεν. οὐ μέντοι οὐδὲ ἐκεῖνοι διαδόχους σφίσι διὰ τὸν ἐκ τῶν σφαγῶν 1 [p. 476] τάραχον κατέστησαν, καίπερ καὶ τὴν βουλευτικὴν ἐσθῆτα καταθέμενοι κἀν τῇ ἱππάδι τὴν γερουσίαν ὥσπερ ἐπὶ μεγάλῳ τινὶ πένθει συνάγοντες. [2] δόγμα τε 2 ἐποιήσαντο μηδένα μήτε στρατηγήσαντα μήθ᾽ ὑπατεύσαντα τὰς ἔξω ἡγεμονίας, πρὶν ἂν πέντε ἔτη διέλθῃ, λαμβάνειν, εἴ πως ὑπὸ τοῦ μὴ παραυτίκα ἐν δυνάμει τινὶ αὐτοὺς γίγνεσθαι παύσαιντο σπουδαρχοῦντες. οὔτε γὰρ ἐμετρίαζον [3] οὔθ᾽ ὑγιὲς οὐδὲν ἐποίουν, ἀλλ᾽ ἐπ᾽ ἀλλήλους παρώρμηντο πολλὰ μὲν δαπανώμενοι πολλῷ δ᾽ ἔτι πλείω μαχόμενοι, ὥστε καὶ τὸν ὕπατόν ποτε τὸν Καλουῖνον τρωθῆναι. οὔκουν οὔθ᾽ ὕπατος οὔτε στρατηγὸς οὔτε πολίαρχός τίς σφας διεδέξατο, ἀλλὰ ἄναρκτοι κατὰ τοῦτο παντελῶς οἱ Ῥωμαῖοι τὰ πρῶτα τοῦ ἔτους ἐγένοντο.

1 sfagw=n v. Hers., sfage/wn L.

2 do/gma te R. Steph., do/gmata L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: