This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
καὶ τούτων τῶν ταλαιπωριῶν οὐδεὶς τῶν συγγενῶν μετασχεῖν ἠξίωσεν, ἀλλ᾽ οὐδ᾽ ἐπισκεψόμενος ἀφίκετο πλὴν τῆς μητρὸς καὶ τῆς ἀδελφῆς, αἳ πλέον θάτερον ἐποίησαν: ἀσθενοῦσαι γὰρ ἦλθον ἐκ Τροιζῆνος, ὥστ᾽ αὐταὶ θεραπείας ἐδέοντο. ἀλλ᾽ ὅμως ἐγώ, τοιούτων τῶν ἄλλων περὶ αὐτὸν γεγενημένων, οὐκ ἀπεῖπον οὐδ᾽ ἀπέστην ἀλλ᾽ ἐνοσήλευον αὐτὸν μετὰ παιδὸς ἑνός: