This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
τὰ μὲν οὖν ἡμέτερ᾽, ὦ ἄνδρες δικασταί, οὕτω διεπέπρακτο: Μενέξενος δ᾽ ὀργιζόμενος ὑπὲρ τῆς αἰτίας ἧς κἀκεῖνον Πασίων1 ᾐτιάσατο, λαχὼν δίκην ἐξῄτει τὸν Κίττον, ἀξιῶν τὴν αὐτὴν Πασίωνι ψευδομένῳ γίγνεσθαι ζημίαν ἧσπερ ἂν αὐτὸς ἐτύγχανεν, εἴ τι τούτων ἐφαίνετο ποιήσας. καὶ οὗτος, ὦ ἄνδρες δικασταί, ἐδεῖτο μου ἀπαλλάττειν Μενέξενον, λέγων ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, εἰ τὰ μὲν χρήματ᾽ ἐκ τῶν συγγεγραμμένων εἰς τὸν Πόντον εἰσπλεύσας ἀποδώσει, αὐτὸς δ᾽ ὁμοίως ἐνθάδε καταγέλαστος ἔσοιτο: ὁ γὰρ παῖς, ἐὰν βασανίξηται, περὶ πάντων τἀληθῆ κατεπεῖ.