previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἔστι δέ τι ὄρος ἐπὶ Καμπανίας Βέβιος, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ὅτι δὴ πολλάκις ἀφίησιν ἦχον μυκηθμῷ ἐμφερῆ. καὶ ἐπειδὰν αὐτῷ τοῦτο ξυμβαίη, δὲ καὶ κόνεως ἐπὶ τούτῳ ζεούσης μέγα τι χρῆμα ἐρεύγεται. ταῦτα μὲν ἐς ἐκεῖνό μοι τοῦ λόγου ἐρρήθη. [2] τούτου δὴ τοῦ ὄρους, ᾗπερ καὶ τῆς κατὰ τὴν Σικελίαν Αἴτνης, κενὰ τὰ ἐν μέσῳ ἐκ τῶν ἐσχάτων ἄχρι ἐς τὴν ὑπερβολὴν ἀπὸ ταὐτομάτου τετύχηκεν εἶναι, οὗ δὴ ἔνερθεν διηνεκὲς τὸ πῦρ καίεται. [3] ἐς τόσον δὲ βάθος τοῦτο δὴ τὸ κενὸν διήκειν ξυμβαίνει ὥστε δὴ ἀνθρώπῳ ἐν τῇ ἀκρωρείᾳ ἑστῶτι ὑπερκύπτειν τε τολμῶντι ἐνθένδε οὐ ῥᾳδίως φλὸξ ὁρατὴ γίνεται. [4] ὁπηνίκα δὲ ξυνενεχθείη τῷ ὄρει τῷδε τὴν κόνιν, ᾗπέρ μοι ἐρρήθη, ἐρεύγεσθαι, καὶ πέτρας ἀποτεμνομένη ἀπὸ τῶν τοῦ Βεβίου ἐσχάτων φλὸξ ὑπὲρ τὴν κορυφὴν τοῦ ὄρους τούτου μετεωρίζει, τὰς μὲν βραχείας, τὰς δὲ καὶ μεγάλας κομιδῆ οὔσας, ἐνθένδε τε αὐτὰς ἀποπεμπομένη ὅπη παρατύχοι διασκεδάννυσι. [p. 408] [5] ῥέει δὲ καὶ ῥύαξ ἐνταῦθα πυρὸς ἐκ τῆς ἀκρωρείας κατατείνων ἄχρι ἐς τοῦ ὄρους τὸν πρόποδα καὶ ἔτι πρόσω, ἅπερ ἅπαντα καὶ κατὰ τὴν Αἴτνην γίνεσθαι πέφυκεν. ὄχθας δὲ ποιεῖται ὑψηλὰς ἑκατέρωθεν τοῦ πυρὸς ῥύαξ, τὰ ἔνερθεν τέμνων. [6] καὶ φερομένη μὲν ἐπὶ τοῦ ῥύακος τὰ πρῶτα φλὸξ καιομένῃ εἰκάζεται ὕδατος ἐκροῇ: ἐπεὶ δὲ αὐτῇ ἀποσβεσθῆναι ξυμβαίη, ἀναστέλλεται μὲν τῷ ῥύακι δρόμος εὐθύς, ἐπίπροσθέν τε ῥοῦς οὐδαμῆ πρόεισι, τὸ δὲ ὑφίζανον τούτου δὴ τοῦ πυρὸς πηλὸς φαίνεται σποδιᾷ ἐμφερής. [7] Κατὰ τούτου δὴ τοῦ Βεβίου τὸν πρόποδα ὕδατος πηγαὶ ποτίμου εἰσί. καὶ ποταμὸς ἀπ̓ αὐτῶν πρόεισι Δράκων ὄνομα, ὃς δὴ ἄγχιστά πη τῆς Νουκερίας πόλεως φέρεται. τούτου τοῦ ποταμοῦ ἑκατέρωθεν ἐστρατοπεδεύσαντο ἀμφότεροι τότε. [8] ἔστι δὲ Δράκων τὸ μὲν ῥεῦμα βραχύς, οὐ μέντοι ἐσβατὸς οὔτε ἱππεῦσιν οὔτε πεζοῖς, ἐπεὶ ῾ἐν στενῷ ξυνάγων τὸν ῥοῦν̓ τήν τε γῆν ἀποτεμνόμενος ὡς βαθύτατα ἑκατέρωθεν ὥσπερ ἀποκρεμαμένας ποιεῖται τὰς ὄχθας. [9] πότερα δὲ τῆς γῆς τοῦ ὕδατος φέρεται τὴν αἰτίαν φύσις οὐκ ἔχω εἰδέναι. καταλαβόντες δὲ τοῦ ποταμοῦ τὴν γέφυραν Γότθοι, ἐπεὶ αὐτῆς ἐστρατοπεδεύσαντο ἄγχιστα, πύργους τε ξυλίνους ταύτῃ ἐνθέμενοι μηχανάς τε ἄλλας καὶ τὰς βαλλίστρας καλουμένας ἐνταῦθα πεποίηνται, ὅπως ἐνθένδε κατὰ κορυφὴν τῶν πολεμίων ἐνοχλοῦντας δύνωνται βάλλειν. [10] ἐκ χειρὸς μὲν οὖν [p. 410] γίνεσθαί τινα ξυμβολὴν ἀμήχανα ἦν, τοῦ ποταμοῦ, ᾗπέρ μοι εἴρηται, μεταξὺ ὄντος: ἀμφότεροι δὲ ὡς ἀγχοτάτω τῆς κατ̓ αὐτὸν ὄχθης γενόμενοι τοξεύμασι τὰ πολλὰ ἐς ἀλλήλους ἐχρῶντο. [11] ἐγίνοντο δὲ καὶ μονομαχίαι τινές, Γότθου ἀνδρός, ἂν οὕτω τύχοι, ἐκ προκλήσεως τὴν γέφυραν διαβαίνοντος. χρόνος τε μηνῶν δυοῖν τοῖν στρατοπέδοιν ἐς τοῦτο ἐτρίβη. [12] ἕως μὲν οὖν ἐθαλασσοκράτουν ἐνταῦθα οἱ Γότθοι, ἐσκομιζόμενοι τὰ ἐπιτήδεια ναυσὶν ἀντεῖχον, ἐπεὶ τῆς θαλάσσης ἐστρατοπεδεύοντο οὐ πολλῷ ἄποθεν. [13] ὕστερον δὲ Ῥωμαῖοι τά τε πλοῖα τῶν πολεμίων προδοσίᾳ Γότθου ἀνδρὸς εἷλον ὃς δὴ ταῖς ναυσὶν ἐφειστήκει πάσαις, καὶ αὐτοῖς νῆες ἀνάριθμοι ἦλθον ἔκ τε Σικελίας καὶ τῆς ἄλλης ἀρχῆς. [14] ἅμα δὲ καὶ Ναρσῆς πύργους ξυλίνους ἐπὶ τοῦ ποταμοῦ τῇ ὄχθῃ καταστησάμενος δουλῶσαι τῶν ἐναντίων τὸ φρόνημα παντελῶς ἴσχυσεν. [15] Οἷς δὴ οἱ Γότθοι περίφοβοι γεγενημένοι καὶ πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ἐς ὄρος ἄγχιστα ὂν καταφεύγουσιν, ὅπερ Ῥωμαῖοι Γάλακτος Ὄρος τῇ Λατίνων καλοῦσι φωνῇ: οὗ δὴ αὐτοῖς Ῥωμαῖοι ἐπισπέσθαι οὐδαμῆ εἶχον, τῆς δυσχωρίας ἀντιστατούσης. [16] ἀλλὰ τοῖς βαρβάροις αὐτίκα ἐνταῦθα ἀναβεβηκόσι μετέμελεν, ἐπεὶ τῶν ἐπιτηδείων πολλῷ ἔτι μᾶλλον ἐσπάνιζον, σφίσι τε αὐτοῖς καὶ τοῖς ἵπποις ἐκπορίζεσθαι αὐτὰ οὐδεμιᾷ μηχανῇ ἔχοντες. [17] διὸ δὴ τὴν ἐν ξυμβολῇ τοῦ βίου καταστροφὴν αἱρετωτέραν τῆς πρὸς τοῦ λιμοῦ εἶναι οἰόμενοι ὁμόσε τοῖς [p. 412] πολεμίοις παρὰ δόξαν ἐχώρουν, ἀπροσδόκητοί τε αὐτοῖς ἐξαπιναίως ἐπέπεσον. [18] Ῥωμαῖοι δὲ αὐτοὺς ὡς ἐκ τῶν παρόντων ἀμυνούμενοι ἔστησαν, οὐ κατὰ ἄρχοντας λόχους καταλόγους τὴν τάξιν καταστησάμενοι, οὐδὲ τρόπῳ τῳ ἄλλῳ διακεκριμένοι ἀλλήλων, οὐδὲ τῶν σφίσι παραγγελλομένων ἐν τῇ ξυμβολῇ ἀκουσόμενοι, ἀλλ̓ ἀλκῇ τῇ πάσῃ, ὅπη ποτὲ παρατύχῃ, τοῖς πολεμίοις ἀντιταξόμενοι. [19] Γότθοι μὲν οὖν τῶν ἵππων ἀφέμενοι πρῶτοι πεζῇ μετωπηδὸν εἰς βαθεῖαν φάλαγγα ἔστησαν ἅπαντες, καὶ Ῥωμαῖοι δὲ ταῦτα ἰδόντες τοὺς ἵππους ἀφῆκαν, καὶ τρόπῳ τῷ αὐτῷ ἐτάξαντο πάντες. [20] Ἐνταῦθά μοι μάχη τε πολλοῦ λόγου ἀξία καὶ ἀνδρὸς ἀρετὴ οὐδὲ τῶν τινὸς λεγομένων ἡρώων, οἶμαι, καταδεεστέρα γεγράψεται, ἧς δὴ Τεΐας δήλωσιν ἐν τῷ παρόντι πεποίηται. [21] Γότθους μὲν ἐς εὐτολμίαν τῶν παρόντων ἀπόγνωσις ὥρμα, Ῥωμαῖοι δὲ αὐτούς, καίπερ ἀπονενοημένους ὁρῶντες, ὑφίσταντο δυνάμει τῇ πάσῃ, τοῖς καταδεεστέροις ἐρυθριῶντες ὑποχωρεῖν, ἀμφότεροί τε θυμῷ ἐπὶ τοὺς πέλας πολλῷ ἵεντο, οἱ μὲν θανατῶντες, [22] οἱ δὲ ἀρετῶντες. καὶ μὲν μάχη πρωὶ ἤρξατο, Τεΐας δὲ πᾶσιν ἔνδηλος γεγενημένος καὶ τὴν μὲν ἀσπίδα προβεβλημένος, ἐπανατεινόμενος δὲ τὸ δόρυ, πρῶτος ξὺν ὀλίγοις τισὶ τῆς φάλαγγος ἔστη. [23] Ῥωμαῖοι δὲ αὐτὸν ἰδόντες, οἰόμενοί τε, ἢν αὐτὸς πέσῃ, διαλυθήσεσθαι τὴν ξυμβολὴν σφίσιν αὐτίκα δὴ μάλα, ξυνίσταντο ἐπ̓ αὐτὸν [p. 414] ὅσοι ἀρετῆς μετεποιοῦντο, παμπληθεῖς ὄντες, καὶ τὰ δόρατα ἐς αὐτὸν ἅπαντες οἱ μὲν ὤθουν, οἱ δὲ ἐσηκόντιζον. [24] αὐτὸς δὲ ὑπὸ τῇ ἀσπίδι κεκαλυμμένος ταύτῃ μὲν τὰ δόρατα ἐδέχετο πάντα, ἐμπίπτων δὲ αὐτοὺς ἐκ τοῦ αἰφνιδίου πολλοὺς διεχρῆτο. [25] καὶ ὁπηνίκα οἱ τὴν ἀσπίδα ἔμπλεων οὖσαν πεπηγότων δοράτων θεῷτο, τῶν τινὶ ὑπασπιστῶν ταύτην παραδιδοὺς ἑτέραν ᾑρεῖτο. [26] οὕτω μαχόμενος ἐς τῆς ἡμέρας τὸ τριτημόριον διαγέγονε, καὶ τότε δὴ δώδεκα μὲν αὐτῷ δόρατα ἐμπεπηγότα ἀσπὶς εἶχε, κινεῖν δὲ αὐτὴν ὅπη βούλοιτο καὶ ἀποκρούεσθαι τοὺς ἐπιόντας οὐκέτι ἴσχυε. [27] τῶν δέ τινα ὑπασπιστῶν μετεκάλει σπουδῇ, οὐ τὴν τάξιν λιπὼν οὐδὲ ὅσον ἄχρι ἐς δάκτυλον ἕνα οὐδὲ ἀναποδίσας, τοὺς πολεμίους ἐπὶ τὰ πρόσω ἐπαγαγόμενος, οὐδὲ ἐπιστραφείς, οὐδὲ τὰ νῶτα τῇ ἀσπίδι ἐρείσας, οὐ μὴν οὐδὲ πλάγιος γεγονώς, ἀλλ̓ ὥσπερ τῷ ἐδάφει ἐρηρεισμένος αὐτοῦ μετὰ τῆς ἀσπίδος εἱστήκει, κτείνων τε τῇ δεξιᾷ χειρὶ καὶ ἀποκρουόμενος τῇ λαιᾷ καὶ ἀνακαλῶν τὸ τοῦ ὑπασπιστοῦ ὄνομα. [28] καὶ μὲν αὐτῷ μετὰ τῆς ἀσπίδος παρῆν, δὲ ταύτην εὐθὺς τῆς βαρυνομένης τοῖς δόρασιν ἀντηλλάσσετο. [29] ἐν τούτῳ δέ οἱ χρόνου τινὰ βραχεῖαν στιγμὴν γυμνῷ γενέσθαι τὰ στέρνα ξυνέβη, τύχῃ τέ οἱ ξυνέπεσε τότε ἀκοντίῳ βεβλῆσθαι καὶ ἀπ̓ αὐτοῦ εὐθυωρὸν θνήσκει. [30] καὶ αὐτοῦ τὴν κεφαλὴν ἐπὶ κοντοῦ μετεωρίσαντες τῶν Ῥωμαίων τινὲς στρατιᾷ ἑκατέρᾳ περιιόντες ἐδείκνυον, Ῥωμαίοις μέν, ὅπως δὴ θαρσήσωσι μᾶλλον, Γότθοις δέ, ὅπως ἀπογνόντες τὸν πόλεμον καταλύσωσιν. [p. 416] [31] Οὐ μὴν οὐδ̓ ὣς τὴν ξυμβολὴν κατέλυσαν Γότθοι, ἀλλ̓ ἄχρι ἐς νύκτα ἐμάχοντο, καίπερ ἐξεπιστάμενοι τὸν βασιλέα τεθνάναι σφίσιν. ἐπειδὴ δὲ ξυνεσκόταζεν, αὐτοῦ ἑκάτεροι διαλυθέντες ἐν τῇ τῶν ὅπλων σκευῇ ἐνυκτέρευσαν. [32] ἡμέρᾳ δὲ τῇ ἐπιγενομένῃ ἀναστάντες ὄρθρου τρόπῳ τῷ αὐτῷ αὖθις ἐτάξαντο καὶ μέχρι ἐς νύκτα ἐμάχοντο, καὶ οὔτε ὑπεχώρουν ἀλλήλοις οὔτε πη ἐτρέποντο ἀνεπόδιζον, καίπερ ἀμφοτέρωθεν κτεινομένων πολλῶν, ἀλλ̓ ἀπηγριωμένοι τῷ ἐς ἀλλήλους ἀπηνεῖ ἔργου εἴχοντο, Γότθοι μὲν εὖ εἰδότες ὅτι δὴ τὴν ὑστάτην διαφέρουσι μάχην, Ῥωμαῖοι δὲ αὐτῶν ἐλασσοῦσθαι ἀπαξιοῦντες. [33] ἐν ὑστάτῳ δὲ οἱ βάρβαροι παρὰ τὸν Ναρσῆν πέμψαντες τῶν λογίμων τινὰς μεμαθηκέναι μὲν ἔλεγον ὡς πρὸς τὸν θεὸν σφίσιν ἀγὼν γένοιτο: αἰσθάνεσθαι γὰρ τὴν ἀντιταχθεῖσαν αὐτοῖς δύναμιν: καὶ τοῖς ξυμπεσοῦσι ξυμβάλλοντες τὴν τῶν πραγμάτων ἀλήθειαν γνωσιμαχεῖν τὸ λοιπὸν βούλεσθαι καὶ ἀπολιπεῖν τὴν ἀγώνισιν, οὐ μέντοι βασιλεῖ ἐπακούσοντες, ἀλλὰ ξὺν τῶν ἄλλων βαρβάρων τισὶν αὐτόνομοι βιοτεύσοντες, ἐδέοντό τε εἰρηναίαν σφίσι τὴν ἀναχώρησιν ἐνδοῦναι Ῥωμαίους, οὐ φθονοῦντας αὐτοῖς λογισμοῦ σώφρονος, ἀλλὰ καὶ χρήμασι τοῖς αὐτῶν ὥσπερ ἐφοδίοις αὐτοὺς δωρουμένους, ὅσα δὴ ἐν τοῖς ἐπὶ τῆς Ἰταλίας φρουρίοις αὐτῶν ἕκαστος ἐναποθέμενος ἔτυχε [p. 418] πρότερον. [34] ταῦτα μὲν Ναρσῆς ἐν βουλῇ ἐποιεῖτο. Ἰωάννης δὲ Βιταλιανοῦ παρῄνει δέησιν ἐνδέχεσθαι τήνδε, καὶ μὴ περαιτέρω θανατῶσιν ἀνθρώποις διὰ μάχης ἰέναι, μηδὲ ἀποπειράσασθαι τόλμης ἐν ἀπογνώσει φυομένης τοῦ βίου, καὶ τοῖς αὐτῆς ἐχομένοις καὶ τοῖς ὑπαντιάζουσι χαλεπὴ γίνεται. [35]Ἀρκεῖ γάρ,’ ἔφη, ‘τοῖς γε σώφροσι τὸ νικᾶν, τὸ δὲ ὑπεράγαν ἐθέλειν ἴσως ἄν τῳ καὶ ἐς τὸ ἀξύμφορον τρέποιτο.’ [36] Πείθεται τῇ ὑποθήκῃ Ναρσῆς, καὶ ξυνέβησαν ἐφ̓ τῶν βαρβάρων οἱ ἀπολελειμμένοι χρήματα κεκομισμένοι τὰ αὐτῶν ἴδια ἐκ πάσης ἀπαλλάξονται Ἰταλίας εὐθύς, πόλεμόν τε μηχανῇ οὐδεμιᾷ πρὸς Ῥωμαίους διοίσουσιν ἔτι. [37] Γότθοι μὲν οὖν μεταξὺ χίλιοι τοῦ στρατοπέδου ἐξαναστάντες ἐς Τικινόν τε πόλιν καὶ χωρία τὰ ὑπὲρ ποταμὸν Πάδον ἐχώρησαν, ὧν ἄλλοι τε ἡγοῦντο καὶ Ἰνδούλφ, οὗπερ πρότερον ἐπεμνήσθην. [38] οἱ δὲ λοιποὶ ἅπαντες ὅρκια δόντες τὰ ξυγκείμενα πάντα ἐπέρρωσαν. οὕτω τε καὶ Κύμην καὶ τὰ λοιπὰ πάντα ἐξεῖλον Ῥωμαῖοι, καὶ τὸ ὀκτωκαιδέκατον ἔτος ξυνετελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: