previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ναρσῆς δὲ περιχαρὴς τοῖς ξυμπεπτωκόσι γενόμενος ἐπαναφέρων οὐκ ἀνίει ἐς τὸν θεὸν ἅπαντα, ὅπερ καὶ ἀληθὴς λόγος ἐγίνετο, τά τε ἐν ποσὶ διῳκεῖτο. [2] καὶ πρῶτα μὲν τῶν οἱ ἐπισπομένων Λαγγοβαρδῶν ἀπαλλαξείων τῆς ἀτοπίας ῾οἵ γε πρὸς τῇ ἄλλῃ ἐς τὴν δίαιταν παρανομίᾳ τάς τε οἰκοδομίας, αἷς ἂν ἐντύχοιεν, ἐνεπίμπρασαν καὶ γυναιξὶ ταῖς ἐς τὰ ἱερὰ καταφευγούσαις βιαζόμενοι ἐπλησίαζον̓ χρήμασι μεγάλοις αὐτοὺς δεξιωσάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι, Βαλεριανόν [p. 390] τε καὶ Δαμιανόν, τὸν αὑτοῦ ἀδελφιδοῦν, ξὺν τοῖς ἑπομένοις ἐξηγεῖσθαι τῆς ὁδοῦ ἄχρι ἐς τὰ Ῥωμαίων ὅρια σφίσι κελεύσας, ὅπως μηδενὶ ἐν τῇ ἀποπορείᾳ λυμήνωνται. [3] ἐπειδὴ δὲ Λαγγοβάρδαι ἀπηλλάγησαν ἐκ Ῥωμαίων τῆς γῆς, Βαλεριανὸς ἐστρατοπεδεύσατο ἀμφὶ πόλιν Βερώναν, ὡς πολιορκήσων τε καὶ παραστησόμενος αὐτὴν βασιλεῖ. [4] δείσαντές τε οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες Βαλεριανῷ ἐς λόγους ἦλθον, ὡς σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ ἐνδώσοντες. [5] δὴ Φράγγοι μαθόντες, ὅσοι φρουρὰν ἐς τὰ ἐπὶ Βενετίας χωρία εἶχον, διεκώλυον προθυμίᾳ τῇ πάσῃ τῆς χώρας ἅτε αὐτοῖς προσηκούσης ἀξιοῦντες μεταποιεῖσθαι. καὶ ἀπ̓ αὐτοῦ ἄπρακτος ἐνθένδε παντὶ τῷ στρατεύματι Βαλεριανὸς ἀνεχώρησε. [6] Γότθοι δέ, ὅσοι ἀποφυγόντες ἐκ τῆς ξυμβολῆς διεσώθησαν, διαβάντες ποταμὸν Πάδον, πόλιν τε Τικινὸν καὶ τὰ ἐκείνῃ χωρία ἔσχον, ἄρχοντά τε τὸν Τεΐαν κατεστήσαντο σφίσιν. [7] ὃς δὴ τὰ χρήματα εὑρὼν ἅπαντα ὅσα Τουτίλας ἔτυχεν ἐν Τικινῷ καταθέμενος, Φράγγους ἐς ξυμμαχίαν ἐπαγαγέσθαι διενοεῖτο, Γότθους δὲ ὡς ἐκ τῶν παρόντων διεῖπέ τε καὶ διεκόσμει, ξυλλέγων σπουδῇ ἀμφ̓ αὑτὸν ἅπαντας. [8] ταῦτα Ναρσῆς ἀκούσας Βαλεριανὸν μὲν ἐκέλευσε πᾶσι τοῖς ἑπομένοις ἀμφὶ Πάδον ποταμὸν φυλακὴν ἔχειν, ὅπως μὴ Γότθοι ἀδεέστερον ξυστήσεσθαι δυνατοὶ εἶεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ Ῥώμην ᾔει. [9] ἐν Τούσκοις τε γενόμενος Ναρνίαν [p. 392] μὲν ὁμολογίᾳ εἷλε, καὶ Σπολιτινοῖς ἀτειχίστοις οὖσι φρουρὰν ἔλιπεν, ἀνοικοδομήσασθαι ὅτι τάχιστα ἐπιστείλας ὅσα τοῦ περιβόλου καθελόντες ἐτύγχανον Γότθοι. [10] ἔπεμψε δὲ καί τινας ἀποπειρασομένους τοῦ ἐν Περυσίᾳ φυλακτηρίου. ἡγοῦντο δὲ τῶν ἐν Περυσίᾳ φρουρῶν αὐτόμολοι γεγονότες Ῥωμαῖοι δύο, Μελιγήδιός τε καὶ Οὔλιφος, ὅσπερ Κυπριανοῦ δορυφόρος γεγονὼς πρότερον, Τουτίλᾳ πολλά οἱ ἐπαγγειλαμένῳ ἀναπεισθεὶς Κυπριανὸν τότε ἄρχοντα τοῦ ἐνταῦθα φυλακτηρίου δόλῳ ἔκτεινεν. [11] μὲν οὖν Μελιγήδιος λόγους τοῦ Ναρσοῦ ἐνδεξάμενος ἐβουλεύετο ξὺν τοῖς οἱ ἑπομένοις Ῥωμαίοις τὴν πόλιν ἐνδοῦναι, οἱ δὲ ἀμφὶ τὸν Οὔλιφον τῶν πρασσομένων αἰσθόμενοι ξυνίσταντο ἐπ̓ αὐτοὺς ἐκ τοῦ ἐμφανοῦς. [12] καὶ Οὔλιφος μὲν ξὺν τοῖς οἱ ὁμογνωμονοῦσιν αὐτοῦ διεφθάρη, Μελιγήδιος δὲ παρέδωκε Περυσίαν Ῥωμαίοις αὐτίκα. τῷ μέντοι Οὐλίφῳ ξυνέβη τίσις ἐκ τοῦ θεοῦ δηλονότι ἐπιπεσοῦσα, ἐν αὐτῷ μάλιστα διεφθάρθαι τῷ χώρῳ, ἵνα δὴ αὐτὸς τὸν Κυπριανὸν διεχρήσατο. ταῦτα μὲν δὴ οὕτω κεχώρηκε. [13] Γότθοι δὲ οἱ ἐν Ῥώμῃ φυλακὴν ἔχοντες ἐπειδὴ Ναρσῆν τε καὶ τὸν Ῥωμαίων στρατὸν ἐπὶ σφᾶς ἰόντας ἄγχιστά πη ἐπύθοντο εἶναι, παρεσκευάζοντο ὡς τὰ δυνατὰ σφίσιν ὑπαντιάσοντες. [14] ἐτύγχανε δὲ Τουτίλας πολλὰς μὲν ἐμπρησάμενος τῆς πόλεως οἰκοδομίας, ἡνίκα δὴ αὐτὴν τὸ πρῶτον ἐξεῖλεν. ... ἐν ὑστάτῳ δὲ λογισάμενος, ὡς ἐς ὀλίγους ἀποκεκριμένοι οὐχ οἷοί τέ εἰσι τὸ λοιπὸν [p. 394] Γότθοι ἅπαντα τὸν περίβολον Ῥώμης διαφυλάξαι, τειχίσματι βραχεῖ ὀλίγην τινὰ τῆς πόλεως μοῖραν ἀμφὶ τὸν Ἀδριανοῦ περιβαλὼν τάφον καὶ αὐτὸ τῷ προτέρῳ τείχει ἐνάψας φρουρίου κατεστήσατο σχῆμα. [15] ἐνταῦθά τε τὰ σφίσιν αὐτοῖς τιμιώτατα καταθέμενοι Γότθοι ἐς μὲν τὸ ἀκριβὲς τὸ φρούριον τοῦτο ἐφύλασσον, τὸ δὲ ἄλλο τῆς πόλεως τεῖχος ἀπημελημένον ὑπερεώρων. [16] φρουροὺς τοίνυν σφῶν ἐν τούτῳ τῷ χωρίῳ τηνικάδε ἀπολιπόντες ὀλίγους τινὰς οἱ λοιποὶ ἅπαντες ἀμφὶ τὰς ἐπάλξεις τοῦ τῆς πόλεως γενόμενοι τείχους τῶν πολεμίων ἀποπειράσασθαι τειχομαχούντων ἐν σπουδῇ εἶχον. [17] Ὅλον μὲν οὖν τὸν Ῥώμης περίβολον διὰ μεγέθους ὑπερβολὴν οὔτε Ῥωμαῖοι ἐπιόντες περιβάλλεσθαι εἶχον οὔτε Γότθοι φρουρεῖν. [18] διασκεδαννύμενοι δὲ οἱ μὲν ὅπη παρατύχοι προσέβαλλον, οἱ δὲ ὡς ἐκ τῶν παρόντων ἠμύνοντο. καὶ Ναρσῆς μὲν τοξοτῶν ἐπαγόμενος μέγα τι χρῆμα ἐς μοῖράν τινα τοῦ περιβόλου ἐπέσκηπτεν, ἑτέρωθι δὲ Ἰωάννης Βιταλιανοῦ ξὺν τοῖς οἱ ἑπομένοις προσέβαλλε. [19] Φιλημοὺθ δὲ καὶ οἱ Ἔρουλοι κατ̓ ἄλλο τι μέρος ἠνώχλουν, ἑκαστάτω τε αὐτῶν οἱ λοιποὶ εἵποντο. ἐτειχομάχουν δὲ ἅπαντες ὡς ἀπωτάτω ἀλλήλων ὄντες. [20] καὶ κατ̓ αὐτοὺς οἱ βάρβαροι ξυνιστάμενοι ἐδέχοντο τὴν ἐπίθεσιν. τὰ μέντοι ἄλλα τοῦ περιβόλου, ἵνα δὴ Ῥωμαίων οὐκ ἐγένετο προσβολή, ἀνδρῶν ἔρημα παντάπασιν ἦν, Γότθων ἁπάντων ὅπη ἂν οἱ πολέμιοι ἐπισκήψαιεν ἀγειρομένων, ᾗπέρ μοι εἴρηται. [21] ἐν τούτῳ [p. 396] δὲ γνώμῃ Ναρσοῦ Δαγισθαῖος στρατιώτας τε παμπληθεῖς ἔχων καὶ τό τε Ναρσοῦ καὶ τὸ Ἰωάννου σημεῖον καὶ κλίμακας πολλὰς ἐπαγόμενος μοίρᾳ τινὶ τοῦ περιβόλου ἐξαπιναίως ἐπέσκηψε, φρουρᾶς τὸ παράπαν ἐρήμῳ οὔσῃ. [22] τάς τε κλίμακας εὐθὺς ἁπάσας οὐδενὸς ἀμυνομένου τῷ τείχει ἐρείσας πόνῳ οὐδενὶ ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου ἐγένετο, τάς τε πύλας κατ̓ ἐξουσίαν ἀνέῳγον. [23] ὧνπερ αὐτίκα Γότθοι αἰσθόμενοι οὐκέτι ἐς ἀλκὴν ἔβλεπον, ἀλλ̓ ἔφευγον ἅπαντες ὅπη αὐτῶν ἑκάστῳ δυνατὰ ἐγεγόνει. καὶ οἱ μὲν εἰς τὸ φρούριον εἰσεπήδησαν, οἱ δὲ δὴ ἐς τὸν Πόρτον ἐχώρησαν δρόμῳ. [24] Ἐνταῦθά μοι τοῦ λόγου ἔννοια γέγονεν ὅντινα τύχη διαχλευάζει τὰ ἀνθρώπεια τρόπον, οὐκ ἀεὶ κατὰ ταὐτὰ παρὰ τοὺς ἀνθρώπους ἰοῦσα οὐδὲ ἴσοις αὐτοὺς ὀφθαλμοῖς βλέπουσα, ἀλλὰ ξυμμεταβαλλομένη χρόνῳ καὶ τόπῳ, καὶ παίζει ἐς αὐτοὺς παιδιάν τινα παρὰ τὸν καιρὸν τὸν χῶρον τὸν τρόπον διαλλάσσουσα τὴν τῶν ταλαιπώρων ἀξίαν, εἴ γε Ῥώμην μὲν ἀπολωλεκὼς τὰ πρότερα Βέσσας οὐ πολλῷ ὕστερον ἀνεσώσατο Ῥωμαίοις τῆς Λαζικῆς Πέτραν, ἔμπαλιν δὲ Δαγισθαῖος Πέτραν τοῖς πολεμίοις μεθεὶς ἀνεκτήσατο ἐν χρόνῳ ὀλίγῳ βασιλεῖ Ῥώμην. [25] ἀλλὰ ταῦτα μὲν γέγονέ τε τὸ ἐξ ἀρχῆς καὶ ἀεὶ ἔσται, ἕως ἂν αὐτὴ τύχη ἀνθρώποις . Ναρσῆς δὲ τότε παντὶ τῷ στρατῷ ἐπὶ τὸ φρούριον πολεμῶν ᾔει. [26] κατορρωδήσαντές τε οἱ βάρβαροι [p. 398] καὶ τὰ πιστὰ ὑπὲρ τῶν σωμάτων κεκομισμένοι σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριόν οἱ αὐτίκα δὴ μάλα παρέδοσαν, ἕκτον τε καὶ εἰκοστὸν ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. [27] οὕτω τε Ῥώμη ἐπὶ τούτου βασιλεύοντος τὸ πέμπτον ἑάλω, ἧσπερ εὐθὺς Ναρσῆς τῶν πυλῶν τὰς κλεῖς βασιλεῖ ἔπεμψε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: