previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταύτης δὲ τῆς χώρας καθύπερθεν ὄρος τὸ Καυκάσιόν ἐστι. τοῦτο δὲ τὸ ὄρος, Καύκασος, ἐς τοσόνδε ὕψος ἀνέχει, ὥστε δὴ αὐτοῦ τῶν μὲν ὑπερβολῶν οὔτε ὄμβρους οὔτε νιφετοὺς ἐπιψαύειν ποτέ: τῶν γὰρ νεφελῶν αὐτὰς ἁπασῶν καθυπερτέρας ξυμβαίνει εἶναι. τὰ δὲ μέσα μέχρι τῶν ἐσχάτων χιόνων ἔμπλεα διηνεκές ἐστι. [2] καὶ ἀπ̓ αὐτοῦ οἱ πρόποδες ὑψηλοὶ ἐσάγαν τυγχάνουσιν ὄντες, οὐδέν τι καταδεέστεροι τῶν ἐν τοῖς ὄρεσι [p. 74] τοῖς ἄλλοις σκοπέλων. [3] τῶν δὲ τοῦ Καυκασίου ὄρους προπόδων οἱ μὲν πρός τε βορρᾶν ἄνεμον καὶ ἥλιον δύοντα τετραμμένοι ἔς τε Ἰλλυριοὺς καὶ Θρᾷκας διήκουσιν, οἱ δὲ πρός τε ἀνίσχοντα ἥλιον καὶ ἄνεμον νότον ἐς τὰς διεξόδους ἐξικνοῦνται αὐτὰς αἳ τὰ τῇδε ᾠκημένα Οὐννικὰ ἔθνη ἐς γῆν τήν τε Περσῶν καὶ Ῥωμαίων ἄγουσιν. [4] ὧνπερ ἁτέρα μὲν Τζοὺρ ἐπικέκληται, δὲ δὴ ἑτέρα Πύλη ἐκ παλαιοῦ Κασπία ἐκλήθη. ταύτην δὲ τὴν χώραν ἐξ ὄρους τοῦ Καυκάσου ἄχρι ἐς τὰς Κασπίας κατατείνει Πύλας Ἀλανοὶ ἔχουσιν, αὐτόνομον ἔθνος, οἳ δὴ καὶ Πέρσαις τὰ πολλὰ ξυμμαχοῦσιν, ἐπί τε Ῥωμαίους καὶ ἄλλους πολεμίους στρατεύουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ ὄρει τῷ Καυκασίῳ ταύτῃ πη ἔχει. [5] Οὖννοι δέ, οἱ Σάβειροι ἐπικαλούμενοι, ἐνταῦθα ᾤκηνται καὶ ἄλλα ἄττα Οὐννικὰ ἔθνη. ἐνθένδε μὲν τὰς Ἀμαζόνας ὡρμῆσθαί φασιν, ἀμφὶ δὲ τὸ Θεμίσκουρον καὶ ποταμὸν τὸν Θερμώδοντα ἐνστρατοπεδεύσασθαι, ᾗπέρ μοι ἔναγχος εἴρηται, [6] οὗ δὴ πόλις ἐν τῷ παρόντι Ἀμισός ἐστι. τανῦν δὲ οὐδαμῆ τῶν ἀμφὶ τὸ Καυκάσιον ὄρος χωρίων Ἀμαζόνων τις μνήμη ὄνομα διασώζεται, καίτοι καὶ Στράβωνι καὶ ἄλλοις τισὶ λόγοι ἀμφ̓ αὐταῖς πολλοὶ εἴρηνται. [7] ἀλλά μοι δοκοῦσι μάλιστα πάντων τά γε κατὰ τὰς Ἀμαζόνας ξὺν τῷ ἀληθεῖ [p. 76] λόγῳ εἰπεῖν, ὅσοι ἔφασαν οὐ πώποτε γένος γυναικῶν ἀνδρείων γεγονέναι, οὐδ̓ ἐν ὄρει μόνῳ τῷ Καυκασίῳ τὴν τῶν ἀνθρώπων φύσιν θεσμῶν τῶν οἰκείων ἐξίστασθαι, ἀλλὰ βαρβάρους ἐκ τῶνδε τῶν χωρίων στρατῷ μεγάλῳ ξὺν γυναιξὶ ταῖς αὐτῶν ἰδίαις ἐπὶ τὴν Ἀσίαν στρατεῦσαι, στρατόπεδόν τε ἀμφὶ ποταμὸν Θερμώδοντα ποιησαμένους ἐνταῦθα μὲν τὰς γυναῖκας ἀπολιπεῖν, αὐτοὺς δὲ γῆν τῆς Ἀσίας τὴν πολλὴν καταθέοντας, ὑπαντιασάντων σφίσι τῶν τῇδε ᾠκημένων, ἅπαντας ἐξ ἀνθρώπων ἀφανισθῆναι, οὐδένα τε αὐτῶν τὸ παράπαν ἐπανήκειν ἐς τῶν γυναικῶν τὸ χαράκωμα, καὶ τὸ λοιπὸν ταύτας δὴ τὰς γυναῖκας, δέει τῶν περιοίκων καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀναγκασθείσας, τό τε ἀρρενωπὸν ἀμφιέσασθαι οὔτι ἐθελουσίας καὶ ἀνελομένας τὴν πρὸς τῶν ἀνδρῶν ἐν τῷ στρατοπέδῳ ἀπολελειμμένην τῶν ὅπλων σκευήν, καὶ ταύτῃ ἐξοπλισαμένας ὡς ἄριστα ἔργα ἀνδρεῖα ξὺν ἀρετῇ ἐπιδείξασθαι, διωθουμένης ἐς τοῦτο αὐτὰς τῆς ἀνάγκης, ἕως δὴ ἁπάσαις διαφθαρῆναι ξυνέπεσε. [8] ταῦτα δὲ ὧδέ πη γεγονέναι καὶ ξὺν τοῖς ἀνδράσι τὰς Ἀμαζόνας στρατεύσασθαι καὶ αὐτὸς οἴομαι, τεκμηριούμενος οἷς δὴ καὶ χρόνῳ τῷ κατ̓ ἐμὲ ξυνηνέχθη γενέσθαι. [9] τὰ γὰρ ἐπιτηδεύματα μέχρι ἐς τοὺς ἀπογόνους παραπεμπόμενα τῶν προγεγενημένων τῆς φύσεως ἴνδαλμα γίνεται. [10] Οὔννων τοίνυν καταδραμόντων πολλάκις τὴν Ῥωμαίων ἀρχήν, τοῖς τε ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντων, τινὰς μὲν αὐτῶν πεσεῖν [p. 78] ἐνταῦθα τετύχηκε, μετὰ δὲ τῶν βαρβάρων τὴν ἀναχώρησιν Ῥωμαῖοι διερευνώμενοι τῶν πεπτωκότων τὰ σώματα καὶ γυναῖκας ἐν αὐτοῖς εὗρον. [11] ἄλλο μέντοι γυναικῶν στράτευμα οὐδαμῆ τῆς Ἀσίας τῆς Εὐρώπης ἐπιχωρίαζον ἐφάνη. οὐ μὴν οὐδὲ τὰ Καυκάσια ὄρη ἀνδρῶν ἔρημα γεγενῆσθαι πώποτε ἀκοῇ ἴσμεν. περὶ μὲν οὖν τῶν Ἀμαζόνων τοσαῦτα εἰρήσθω. [12] Μετὰ δὲ Ἀψιλίους τε καὶ τοῦ μηνοειδοῦς τὴν ἑτέραν ἀρχὴν ἐς τὴν παραλίαν Ἀβασγοὶ ᾤκηνται, ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκοντες. οἱ δὲ Ἀβασγοὶ Λαζῶν μὲν κατήκοοι ἐκ παλαιοῦ ἦσαν, [13] ἄρχοντας δὲ ὁμογενεῖς δύο ἐσαεὶ εἶχον. ὧν ἅτερος μὲν ἐς τῆς χώρας τὰ πρὸς ἑσπέραν, δὲ δὴ ἕτερος ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ἵδρυτο. [14] οἱ δὲ βάρβαροι οὗτοι μέχρι μὲν ἐς ἐμὲ ἄλση τε καὶ ὕλας ἐσέβοντο: θεοὺς γὰρ τὰ δένδρα βαρβάρῳ τινὶ ἀφελείᾳ ὑπώπτευον εἶναι. [15] πρὸς δὲ τῶν ἐν σφίσιν ἀρχόντων τὰ δεινότατα διὰ φιλοχρηματίας μέγεθος ἔπασχον. ἄμφω γὰρ αὐτῶν οἱ βασιλεῖς, ὅσους ἂν παῖδας ἐν τούτῳ τῷ ἔθνει ἀγαθούς τε τὴν ὄψιν καὶ τὸ σῶμα καλοὺς ἴδοιεν, τούτους δὴ ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν γειναμένων ἀφέλκοντες εὐνούχους τε ἀπεργαζόμενοι ἀπεδίδοντο ἐς Ῥωμαίων τὴν γῆν τοῖς ὠνεῖσθαι βουλομένοις χρημάτων μεγάλων. [16] τούς τε αὐτῶν πατέρας ἔκτεινον εὐθύς, τοῦ μὴ αὐτῶν τινὰς τίσασθαί ποτε τῆς ἐς τοὺς παῖδας ἀδικίας τὸν βασιλέα [p. 80] ἐγχειριεῖν, μηδὲ ὑπόπτους αὐτοῖς τῶν κατηκόων τινὰς ἐνταῦθα εἶναι. τε τῶν υἱέων εὐμορφία σφίσιν ἐς τὸν ὄλεθρον ἀπεκρίνετο: [17] διεφθείροντο γὰρ οἱ ταλαίπωροι, παίδων θανάσιμον δεδυστυχηκότες εὐπρέπειαν. καὶ ἀπ̓ αὐτοῦ τῶν ἐν Ῥωμαίοις εὐνούχων οἱ πλεῖστοι καὶ οὐχ ἥκιστα ἐν τῇ βασιλέως αὐλῇ γένος Ἀβασγοὶ ἐτύγχανον ὄντες. [18] Ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος ἅπαντα Ἀβασγοῖς ἐπὶ τὸ ἡμερώτερον τετύχηκε μεταμπίσχεσθαι. [19] τά τε γὰρ Χριστιανῶν δόγματα εἵλοντο καὶ αὐτοῖς Ἰουστινιανὸς βασιλεὺς τῶν τινὰ ἐκ Παλατίου εὐνούχων στείλας, Ἀβασγὸν γένος, Εὐφρατᾶν ὄνομα, τοῖς αὐτῶν βασιλεῦσι διαρρήδην ἀπεῖπε μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι, σιδήρῳ βιαζομένης τῆς φύσεως. δὴ ἄσμενοι Ἀβασγοὶ ἤκουσαν, [20] καὶ τῇ τοῦ Ῥωμαίων βασιλέως ἐπιτάξει θαρροῦντες ἤδη τὸ ἔργον τοῦτο σθένει παντὶ διεκώλυον. ἐδεδίει γὰρ αὐτῶν ἕκαστος μή ποτε παιδίου πατὴρ εὐπρεποῦς γένηται. [21] τότε δὴ Ἰουστινιανὸς βασιλεὺς καὶ ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος, ἱερεῖς τε αὐτοῖς καταστησάμενος, διεπράξατο ἅπαντα αὐτοὺς ἤθη τῶν Χριστιανῶν ἐκδιδάσκεσθαι, τούς τε βασιλεῖς ἄμφω Ἀβασγοὶ καθελόντες αὐτίκα ἐν ἐλευθερίᾳ βιοτεύειν ἐδόκουν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. [p. 82]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: