previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὑπὸ τοῦτον τὸν χρόνον στράτευμα Σκλαβηνῶν οὐ πλέον ἐς τρισχιλίους ἀγηγερμένοι, ποταμόν τε Ἴστρον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, διέβησαν, καὶ πόνῳ οὐδενὶ ποταμὸν Εὗρον εὐθὺς διαβάντες δίχα ἐγένοντο. [2] εἶχε δὲ αὐτῶν ἁτέρα μὲν συμμορία ὀκτακοσίους τε καὶ χιλίους, δὲ δὴ ἑτέρα τοὺς καταλοίπους. [3] ἑκατέροις μὲν οὖν καίπερ ἀλλήλων ἀπολελειμμένοις ἐς χεῖρας ἐλθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔν τε Ἰλλυριοῖς καὶ Θρᾳξίν, ἡσσήθησάν τε ἐκ τοῦ ἀπροσδοκήτου καὶ οἱ μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ κόσμῳ οὐδενὶ διαφυγόντες ἐσώθησαν. [4] ἐπεὶ δὲ οἱ στρατηγοὶ πάντες οὕτω παῤ ἑκατέρων τῶν βαρβαρικῶν στρατοπέδων, καίπερ ἐλασσόνων παρὰ πολὺ ὄντων, ἀπήλλαξαν, Ἀσβάδῳ ἑτέρα τῶν πολεμίων ξυμμορία ξυνέμιξεν. [5] ἦν δὲ οὗτος ἀνὴρ βασιλέως μὲν Ἰουστινιανοῦ δορυφόρος, ἐπεὶ [p. 22] ἐς τοὺς Κανδιδάτους καλουμένους τελῶν ἔτυχε, τῶν δὲ ἱππικῶν καταλόγων ἦρχεν οἳ ἐν Τζουρουλῷ τῷ ἐν Θρᾴκῃ φρουρίῳ ἐκ παλαιοῦ ἵδρυνται, [6] πολλοί τε καὶ ἄριστοι ὄντες. καὶ αὐτοὺς οἱ Σκλαβηνοὶ τρεψάμενοι οὐδενὶ πόνῳ πλείστους μὲν αἰσχρότατα φεύγοντας ἔκτειναν, Ἄσβαδον δὲ καταλαβόντες ἐν μὲν τῷ παραυτίκα ἐζώγρησαν, ὕστερον δὲ αὐτὸν ἐς πυρὸς ἐμβεβλημένον φλόγα ἔκαυσαν, ἱμάντας πρότερον ἐκ τοῦ νώτου τοῦ ἀνθρώπου ἐκδείραντες. [7] ταῦτα διαπεπραγμένοι τὰ χωρία ξύμπαντα, τά τε Θρᾳκῶν καὶ Ἰλλυριῶν, ἀδεέστερον ἐληΐζοντο, καὶ φρούρια πολλὰ πολιορκίᾳ ἑκάτεροι εἷλον, οὔτε τειχομαχήσαντες πρότερον, οὔτε ἐς τὸ πεδίον καταβῆναι τολμήσαντες, ἐπεὶ οὐδὲ γῆν τὴν Ῥωμαίων καταθεῖν ἐγκεχειρήκασι αἱ βάρβαροι οὗτοι πώποτε. [8] οὐ μὴν οὐδὲ στρατῷ ποταμὸν Ἴστρον φαίνονται διαβεβηκότες ἐκ τοῦ παντὸς χρόνου, πλήν γε δὴ ἐξ ὅτου μοι ἔμπροσθεν εἴρηται. [9] Οὗτοι δὲ οἱ τὸν Ἄσβαδον νενικηκότες μέχρι ἐς θάλασσαν ληϊσάμενοι ἐφεξῆς ἅπαντα καὶ πόλιν ἐπιθαλασσίαν τειχομαχήσαντες εἷλον, καίπερ στρατιωτῶν φρουρὰν ἔχουσαν, Τόπηρον ὄνομα: πρώτη μὲν Θρᾳκῶν τῶν παραλίων ἐστί, τοῦ δὲ Βυζαντίου διέχει ὁδῷ ἡμερῶν δυοκαίδεκα. [10] εἷλον δὲ αὐτὴν τρόπῳ τοιῷδε. οἱ μὲν πλεῖστοι ἐν δυσχωρίαις πρὸ τοῦ περιβόλου σφᾶς αὐτοὺς ἔκρυψαν, ὀλίγοι δέ τινες ἀμφὶ τὰς πύλας γενόμενοι αἳ πρὸς ἀνίσχοντά εἰσιν ἥλιον, τοὺς ἐν ταῖς ἐπάλξεσι Ῥωμαίους ἠνώχλουν. [11] ὑποτοπήσαντες [p. 24] δὲ οἱ στρατιῶται ὅσοι τὸ ἐνταῦθα φυλακτήριον εἶχον οὐ πλείους αὐτοὺς ὅσοι καθεωρῶντο εἶναι, ἀνελόμενοι αὐτίκα τὰ ὅπλα ἐξίασιν ἐπ̓ αὐτοὺς ἅπαντες. [12] οἱ δὲ βάρβαροι ὀπίσω ἀνέστρεφον, δόκησιν παρεχόμενοι τοῖς ἐπιοῦσιν ὅτι δὴ αὐτοὺς κατωρρωδηκότες ἐς ὑπαγωγὴν χωροῦσι: καὶ οἱ Ῥωμαῖοι ἐς τὴν δίωξιν ἐκπεπτωκότες πόρρω που τοῦ περιβόλου ἐγένοντο. [13] ἀναστάντες οὖν οἱ ἐκ τῶν ἐνεδρῶν κατόπισθέν τε τῶν διωκόντων γενόμενοι ἐσιτητὰ σφίσιν ἐς τὴν πόλιν οὐκέτι ἐποίουν. [14] ἀναστρέψαντες δὲ καὶ οἱ φεύγειν δοκοῦντες ἀμφιβόλους ἤδη τοὺς Ῥωμαίους πεποίηνται. οὓς δὴ ἅπαντας οἱ βάρβαροι διαφθείραντες τῷ περιβόλῳ προσέβαλον. [15] οἱ δὲ τῆς πόλεως οἰκήτορες τῶν στρατιωτῶν τῆς δυνάμεως ἐστερημένοι, γίνονται μὲν ἐν ἀμηχανίᾳ πολλῇ, καὶ ὣς δὲ τοὺς ἐπιόντας ἐκ τῶν παρόντων ἠμύνοντο. [16] καὶ πρῶτα μὲν ἔλαιόν τε καὶ πίσσαν ἐπὶ πλεῖστον θερμήναντες τῶν τειχομαχούντων κατέχεον, καὶ λίθων βολαῖς πανδημεὶ ἐς αὐτοὺς χρώμενοι τοῦ ἀπεῶσθαι τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο. [17] ἔπειτα δὲ αὐτοὺς πλήθει βελῶν οἱ βάρβαροι βιασάμενοι ἐκλιπεῖν τε τὰς ἐπάλξεις ἠνάγκασαν καὶ κλίμακας τῷ περιβόλῳ ἐρείσαντες κατὰ κράτος τὴν πόλιν εἷλον. [18] ἄνδρας μὲν οὖν ἐς πεντακισχιλίους τε καὶ μυρίους εὐθὺς ἅπαντας ἔκτειναν καὶ πάντα τὰ χρήματα ἐληΐσαντο, παῖδας δὲ καὶ γυναῖκας ἐν ἀνδραπόδων πεποίηνται λόγῳ. [19] καίτοι τὰ πρότερα οὐδεμιᾶς ἡλικίας ἐφείσαντο, ἀλλ̓ αὐτοί [p. 26] τε καὶ συμμορία ἑτέρα, ἐξ ὅτου δὴ τῇ Ῥωμαίων ἐπέσκηψαν χώρᾳ, τοὺς παραπίπτοντας ἡβηδὸν ἅπαντας ἔκτεινον. ὥστε γῆν ἅπασαν, ἥπερ Ἰλλυριῶν τε καὶ Θρᾳκῶν ἐστί, νεκρῶν ἔμπλεων ἐπὶ πλεῖστον ἀτάφων γενέσθαι. [20] Ἔκτεινον δὲ τοὺς παραπίπτοντας οὔτε ζίφει οὔτε δόρατι οὔτε τῳ ἄλλῳ εἰωθότι τρόπῳ, ἀλλὰ σκόλοπας ἐπὶ τῆς γῆς πηξάμενοι ἰσχυρότατα, ὀξεῖς τε αὐτοὺς ἐς τὰ μάλιστα ποιησάμενοι, ἐπὶ τούτων ξὺν βίᾳ πολλῇ τοὺς δειλαίους ἐκάθιζον, τήν τε σκολόπων ἀκμὴν γλουτῶν κατὰ μέσον ἐνείροντες ὠθοῦντές τε ἄχρι ἐς τῶν ἀνθρώπων τὰ ἔγκατα, οὕτω δὴ αὐτοὺς διαχρήσασθαι ἠξίουν. [21] καὶ ξύλα δὲ παχέα τέτταρα ἐπὶ πλεῖστον ἐς γῆν κατορύξαντες οἱ βάρβαροι οὗτοι, ἐπ̓ αὐτῶν τε χεῖράς τε καὶ πόδας τῶν ἡλωκότων δεσμεύοντες, εἶτα ῥοπάλοις αὐτοὺς κατὰ κόρρης ἐνδελεχέστατα παίοντες, ὡς δὴ κύνας ὄφεις ἄλλο τι θηρίον διέφθειρον. [22] ἄλλους δὲ ξύν τε βουσὶ καὶ προβάτοις, ὅσα δὴ ἐπάγεσθαι ἐς τὰ πάτρια ἤθη ὡς ἥκιστα εἶχον, ἐν τοῖς δωματίοις καθείρξαντες, οὐδεμιᾷ φειδοῖ ἐνεπίμπρασαν. οὕτω μὲν Σκλαβηνοὶ τοὺς ἐντυχόντας ἀεὶ ἀνῄρουν. [23] ἀλλὰ νῦν αὐτοί τε καὶ οἱ τῆς ἑτέρας συμμορίας, ὥσπερ τῷ τῶν αἱμάτων μεθύοντες πλήθει, ζωγρεῖν τὸ ἐνθένδε ἠξίουν τῶν παραπεπτωκότων τινάς, καὶ ἀπ̓ αὐτοῦ μυριάδας αἰχμαλώτων ἐπαγόμενοι ἀριθμοῦ κρείσσους ἐπ̓ οἴκου ἀπεκομίσθησαν ἅπαντες. [p. 28]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: