previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὑπὸ τοῦτον τὸν χρόνον Σκλαβηνῶν στράτευμα διαβάντες ποταμὸν Ἴστρον Ἰλλυριοὺς ἅπαντας ἄχρι Ἐπιδαμνίων ἔδρασαν ἀνήκεστα ἔργα, κτείνοντες καὶ ἀνδραποδίζοντες τοὺς ἐν ποσὶν ἡβηδὸν ἅπαντας καὶ τὰ χρήματα ληϊζόμενοι. [2] ἤδη δὲ καὶ φρούρια ἐνταῦθα πολλά τε καὶ δοκοῦντα ἐχυρὰ τὰ πρότερα εἶναι οὐδενὸς ἀμυνομένου ἐξελεῖν ἴσχυσαν, καὶ περιήρχοντο ξύμπαντα κατ̓ ἐξουσίαν διερευνώμενοι. [3] οἱ δὲ τῶν Ἰλλυριῶν ἄρχοντες [p. 400] στράτευμα πεντακισχιλίων τε καὶ μυρίων ἔχοντες εἵποντο, ἄγχιστα μέντοι τῶν πολεμίων οὐδαμῆ ἐτόλμων ἰέναι. [4] Τότε δὲ καὶ σεισμοὶ πολλάκις χειμῶνος ὥρᾳ σκληροί τε λίαν καὶ ὑπερφυεῖς ἔν τε Βυζαντίῳ καὶ χωρίοις ἄλλοις ἐγένοντο, νύκτωρ ἅπαντες. [5] καὶ οἱ μὲν ταύτῃ ᾠκημένοι καταχωσθήσεσθαι ὑποτοπήσαντες ἐν δέει μεγάλῳ ἐγένοντο, οὐδὲν μέντοι ἐνθένδε φλαῦρον αὐτοῖς ξυνηνέχθη παθεῖν. [6] Τότε καὶ Νεῖλος ποταμὸς ὑπὲρ ὀκτωκαίδεκα πήχυς ἀναβὰς ἐπέκλυσε μὲν τὴν Αἴγυπτον καὶ ἤρδευσε πᾶσαν, ἀλλὰ ἐν μὲν Θηβαΐδι τῇ ὕπερθεν οὔσῃ ὑφιζάνοντά τε καὶ ἀποχωροῦντα τοῖς καθήκουσι χρόνοις τὰ ὕδατα παρείχετο τοῖς τῇδε ᾠκημένοις σπείρειν τε τὴν γῆν καὶ τῶν ἄλλων ἐπιμελεῖσθαι ᾗπερ εἰώθει: [7] χώρας δὲ τῆς ἔνερθεν ἐπειδὴ πρῶτον ἐπεπόλασεν, οὐκέτι ἀπέβη, ἀλλ̓ ἐνοχλῶν αὐτῇ ξύμπαντα διαγέγονε τὸν τοῦ σπείρειν καιρόν, οὐ ξυμπεσὸν τοῦτό γε πρότερον ἐκ τοῦ παντὸς αἰῶνος, ἔστι δὲ οὗ καὶ ἀπολωφῆσαν τὸ ὕδωρ ἐπέκλυσεν αὖθις οὐ πολλῷ ὕστερον. [8] ταύτῃ τε ἅπαντα ἐσεσήπει τὰ σπέρματα, ὅσα δὴ μεταξὺ καταβεβλημένα ἐς τὴν γῆν ἔτυχε. καὶ οἱ μὲν ἄνθρωποι τῷ παραλόγῳ τῆς ξυμφορᾶς ἀμηχανίᾳ πολλῇ εἴχοντο, τῶν δὲ ἄλλων ζῴων ἀπορίᾳ τροφῆς τὰ πλεῖστα ἐφθάρη. [9] Τότε καὶ τὸ κῆτος, δὴ Βυζάντιοι Πορφύριον ἐκάλουν, ἑάλω. τοῦτό τε τὸ κῆτος πλέον μὲν ἐς πεντήκοντα ἐνιαυτοὺς τό τε Βυζάντιον καὶ τὰ [p. 402] ἀμφ̓ αὐτὸ χωρία ἠνώχλει, οὐκ ἐφεξῆς μέντοι, ἀλλὰ διαλεῖπον, ἂν οὕτω τύχῃ, πολύν τινα μεταξὺ χρονον. [10] καὶ πολλὰ μὲν κατέδυσε πλοῖα, πολλῶν δὲ τοὺς ἐπιβατας ξυνταράττον τε καὶ βιαζόμενον ὡς ἀπωτάτω ἀπήνεγκεν. ἐπιμελὲς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐγεγόνει τὸ θηρίον τοῦτο χειρώσασθαι. ἐπιτελέσαι δὲ τὸ βούλευμα οὐδεμιᾷ μηχανῆ ἔσχεν. ὅπως δὲ αὐτῷ τανῦν ἁλῶναι ξυνέπεσεν. [11] ἐγὼ δηλώσω. ἐτύγχανε μὲν γαλήνη τὴν θάλασσαν πολλὴ ἔχουσα, δελφίνων δὲ πάμπολύ τι πλῆθος ἄγχιστά πη τοῦ στόματος Πόντου τοῦ Εὐξείνου ξυνέρρεον. [12] οἵπερ ἐκ τοῦ αἰφνιδίου τὸ κῆτος ἰδόντες ἔφευγον ὥς πη ἑκάστῳ δυνατὰ γέγονεν, οἱ δὲ πλεῖστοι ἀμφὶ τοῦ Σαγάριδος τὰς ἐκβολὰς ἦλθον. τινὰς μὲν οὖν αὐτῶν καταλαβὸν τὸ κῆτος καταπιεῖν εὐθὺς ἴσχυσεν. [13] εἴτε δὲ πείνῃ εἴτε φιλονεικίᾳ ἔτι ἐχόμενον οὐδέν τι ἧσσον ἐδίωκεν, ἕως δὴ αὐτὸ ἄγχιστά πη τῆς γῆς ἐκπεσὸν ἔλαθεν. [14] ἐνταῦθά τε ἰλύϊ βαθείᾳ κομιδῆ ἐντυχὸν ἐβιάζετο μὲν καὶ πάντα ἐκίνει, ὅπως δὴ ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσοιτο, διαφυγεῖν δὲ τὸ τέναγος τοῦτο οὐδαμῆ εἶχεν, ἀλλ̓ ὑπὸ τῷ πηλῷ ἔτι μᾶλλον ἐγίνετο. [15] ἐπεὶ δὲ τοῦτο ἐς τοὺς περιοίκους ἅπαντας ἦλθε, δρόμῳ εὐθὺς ἐπ̓ αὐτὸ ᾔεσαν, ἀξίναις τε πανταχόθεν ἐνδελεχέστατα κόψαντες οὐδ̓ ὣς ἔκτειναν, ἀλλὰ σχοίνοις ἁδραῖς τισιν εἷλκον. [16] ἕν τε ἁμάξαις ἐνθέμενοι εὕρισκον μῆκος μὲν πηχῶν μάλιστα τριάκοντα ὄν, εὖρος δὲ δέκα. ἐνταῦθά τε κατὰ συμμορίας τινὰς διασπασάμενοι οἱ μέν τινες αὐτοῦ ἐν τῷ παρόντι [p. 404] ἐγεύσαντο, οἱ δὲ καὶ μοῖραν ταριχεῦσαι τὴν ἐπιβάλλουσαν σφίσιν ἔγνωσαν. [17] Βυζάντιοι δέ, ἐπειδὴ τῶν τε σεισμῶν ᾔσθοντο καὶ τὰ ξυμπεσόντα ἀμφί τε τῷ Νείλῳ καὶ τῷ κήτει τούτῳ ἔγνωσαν, προὔλεγον αὐτίκα ξυμβήσεσθαι ὅσα δὴ αὐτῶν ἑκάστῳ ἤρεσκε. [18] φιλοῦσι γὰρ ἄνθρωποι τοῖς παροῦσι διαπορούμενοι τὰ ἐσόμενα τερατεύεσθαι, καὶ τοῖς ἐνοχλοῦσιν ἀποκναιόμενοι τὰ ξυμβησόμενα λόγῳ οὐδενὶ τεκμηριοῦσθαι. [19] ἐγὼ δὲ μαντείας τε καὶ τεράτων δηλώσεις ἄλλοις ἀφιεὶς ἐκεῖνο εὖ οἶδα, ὡς μὲν τοῦ Νείλου ἐπὶ τῆς χώρας διατριβὴ μεγάλων αἰτία ἔν γε τῷ παρόντι συμφορῶν γέγονε, τὸ δὲ κῆτος ἀφανισθὲν πολλῶν ἀπαλλαγὴ κακῶν διαδείκνυται οὖσα. [20] τινὲς δέ φασιν οὐ τὸ κῆτος τοῦτο, οὗπερ ἐμνήσθην, ἀλλ̓ ἕτερον εἶναι, δὴ ἁλῶναι ξυνέπεσεν. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι. [21] Τουτίλας οὖν ταῦτα διαπεπραγμένος προδεδήλωται, ἐπεὶ Ῥωμαίους τοὺς ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ τῶν ἀναγκαίων ὑποσπανίζειν ἐπύθετο, ἐξαιρήσειν αὐτοὺς οἰόμενος ὅτι τάχιστα, ἢν μή τι ἐσκομίζεσθαι τῶν ἐπιτηδείων οἷοί τε ὦσιν, ἐστρατοπεδεύσατό τε ὡς ἀγχοτάτω καὶ ἐγκαθεζόμενος ἐς πολιορκίαν καθίστατο. καὶ χειμὼν ἔληγε, καὶ τρισκαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε. [p. 406]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: